[182] Ἦν δὲ καὶ τὸ σωμάτιον εὐτελής, ὡς δῆλον ἐκ τοῦ ἀνδριάντος τοῦ ἐν Κεραμεικῷ, ὃς σχεδόν τι ὑποκέκρυπται τῷ πλησίον ἱππεῖ˙ ὅθεν αὐτὸν ὁ Καρνεάδης Κρύψιππον ἔλεγεν. οὗτος ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρ' Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι, "εἰ τοῖς πολλοῖς," εἶπε, "προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα." πρὸς δὲ τὸν κατεξανιστάμενον Κλεάνθους διαλεκτικὸν καὶ προτείνοντα αὐτῷ σοφίσματα, "πέπαυσο," εἶπε, "παρέλκων τὸν πρεσβύτερον ἀπὸ τῶν πραγματικωτέρων, ἡμῖν δὲ τὰ τοιαῦτα πρότεινε τοῖς νέοις." πάλιν δ' ἐπεί τις ζητῶν καταμόνας αὐτῷ διελέγετο εὐσταθῶς, ἐπεὶ δὲ θεωρῶν προσιόντα ὄχλον ἤρχετο φιλονεικεῖν, ἔφη (E. Or. 253 sq.),

οἴμοι, κασίγνητ', ὄμμα σὸν ταράσσεται˙
ταχὺς δὲ μετέθου λύσσαν ἀρτίως φρονῶν.

[182] Ἦν δὲ καὶ τὸ σωμάτιον εὐτελής, ὡς δῆλον ἐκ τοῦ ἀνδριάντος τοῦ ἐν Κεραμεικῷ, ὃς σχεδόν τι ὑποκέκρυπται τῷ πλησίον ἱππεῖ˙ ὅθεν αὐτὸν ὁ Καρνεάδης Κρύψιππον ἔλεγεν. οὗτος ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρ' Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι, "εἰ τοῖς πολλοῖς," εἶπε, "προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα." πρὸς δὲ τὸν κατεξανιστάμενον Κλεάνθους διαλεκτικὸν καὶ προτείνοντα αὐτῷ σοφίσματα, "πέπαυσο," εἶπε, "παρέλκων τὸν πρεσβύτην ἀπὸ τῶν πραγματικωτέρων, ἡμῖν δὲ τὰ τοιαῦτα πρότεινε τοῖς νέοις." πάλιν δ' ἐπεί τις ζητῶν καταμόνας αὐτῷ διελέγετο εὐσταθῶς, ἐπεὶ δὲ θεωρῶν προσιόντα ὄχλον ἤρχετο φιλονεικεῖν, ἔφη,

οἴμοι, κασίγνητ', ὄμμα σὸν ταράσσεται˙
ταχὺς δὲ μετέθου λύσσαν ἀρτίως φρονῶν.

[182] [5555] Ἦν δὲ καὶ τὸ σωμάτιον εὐτελής, ὡς δῆλον ἐκ τοῦ ἀνδριάντος τοῦ ἐν Κεραμεικῷ, ὃς σχεδόν τι ὑποκέκρυπται τῷ πλησίον ἱππεῖ˙ ὅθεν αὐτὸν ὁ Καρνεάδης Κρύψιππον ἔλεγεν. Οὗτος ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρ' Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι, "Εἰ τοῖς πολλοῖς," εἶπε, [55510] "προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα." Πρὸς δὲ τὸν κατεξανιστάμενον Κλεάνθους διαλεκτικὸν καὶ προτείνοντα αὐτῷ σοφίσματα, "Πέπαυσο," εἶπε, "παρέλκων τὸν πρεσβύτερον ἀπὸ τῶν πραγματικωτέρων, ἡμῖν δὲ τὰ τοιαῦτα πρότεινε τοῖς νέοις." Πάλιν δὲ ἐπεί τις ζητῶν καταμόνας αὐτῷ [55515] διελέγετο εὐσταθῶς, ἔπει〈τα〉 δὲ θεωρῶν προσιόντα ὄχλον ἤρχετο φιλονεικεῖν, ἔφη˙

Οἴμοι, κασίγνητ', ὄμμα σὸν ταράσσεται˙
ταχὺς δὲ μετέθου λύσσαν ἀρτίως φρονῶν.