[186] Γέγονε δὲ καὶ ἄλλος Χρύσιππος Κνίδιος ἰατρός, παρ' οὗ φησιν Ἐρασίστρατος τὰ μάλιστα ὠφελῆσθαι. καὶ ἕτερος υἱὸς τούτου, ἰατρὸς Πτολεμαίου, ὃς διαβληθεὶς περιήχθη καὶ μαστιγούμενος ἐκολάσθη˙ ἄλλος μαθητὴς Ἐρασιστράτου καί τις Γεωργικὰ γεγραφώς.
Ὁ δὴ φιλόσοφος καὶ τοιούτους τινὰς ἠρώτα λόγους˙ "ὁ λέγων τοῖς ἀμυήτοις τὰ μυστήρια ἀσεβεῖ˙ ὁ δέ γ' ἱεροφάντης τοῖς ἀμυήτοις λέγει 〈τὰ μυστήρια〉˙ ἀσεβεῖ ἄρα ὁ ἱεροφάντης." ἄλλο˙ "ὃ οὐκ ἔστιν ἐν τῇ πόλει, τοῦτ' οὐδ' ἐν τῇ οἰκίᾳ˙ οὐκ ἔστι δὲ φρέαρ ἐν τῇ πόλει, οὐδ' ἄρ' ἐν τῇ οἰκίᾳ." ἄλλο˙ "ἔστι τις κεφαλή˙ ἐκείνην δ' οὐκ ἔχεις˙ ἔστι δέ γέ τις κεφαλὴ 〈ἣν οὐκ ἔχεις〉˙ οὐκ ἄρα ἔχεις κεφαλήν."

[186] [5581] Γέγονε δὲ καὶ ἄλλος Χρύσιππος, Κνίδιος ἰατρός, παρ' οὗ φησιν Ἐρασίστρατος τὰ μάλιστα ὠφελῆσθαι. Καὶ ἕτερος, υἱὸς τούτου, ἰατρὸς Πτολεμαίου, ὃς διαβληθεὶς περιήχθη καὶ μαστιγούμενος ἐκολάσθη. Ἄλλος μαθητὴς [5585] Ἐρασιστράτου καί τις Γεωργικὰ γεγραφώς.
Ὁ δὴ φιλόσοφος καὶ τοιούτους τινὰς ἠρώτα λόγους˙ " Ὁ λέγων τοῖς ἀμυήτοις τὰ μυστήρια ἀσεβεῖ˙ ὁ δέ γ' ἱεροφάντης τοῖς ἀμυήτοις λέγει 〈αὐτά〉˙ ἀσεβεῖ ἄρα ὁ ἱεροφάντης." Ἄλλο˙ " Ὃ ἔστιν ἐν τῇ πόλει, τοῦτο καὶ ἐν
[55810] τῇ οἰκίᾳ˙ οὐκ ἔστι δὲ φρέαρ ἐν τῇ πόλει, οὐδ' ἄρ' ἐν τῇ οἰκίᾳ." Ἄλλο˙ " Ἔστι τις κεφαλή˙ ἐκείνην δὲ οὐκ ἔχεις˙ ἔστι δέ γέ τις κεφαλὴ 〈ἣν οὐκ ἔχεις〉˙ οὐκ ἄρα ἔχεις κεφαλήν."