HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Laertius/V,93
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Laertius/V,93.rdf
[93] αἰσθόμενος δ' ὁ Διονύσιος ἐμήνυσεν αὐτῷ τὸ γεγονός˙ τοῦ δ' ἀρνουμένου καὶ ἀπιστοῦντος ἐπέστειλεν ἰδεῖν τὴν παραστιχίδα˙ καὶ εἶχε Πάγκαλος. οὗτος δ' ἦν ἐρώμενος Διονυσίου˙ ὡς δ' ἔτι ἀπιστῶν ἔλεγε κατὰ τύχην ἐνδέχεσθαι οὕτως ἔχειν, πάλιν ἀντεπέστειλεν ὁ Διονύσιος ὅτι "καὶ ταῦτα εὑρήσεις˙ Α. γέρων πίθηκος οὐχ ἁλίσκεται πάγῃ˙ Β. ἁλίσκεται μέν, μετὰ χρόνον δ' ἁλίσκεται." καὶ πρὸς τούτοις˙ " Ἡρακλείδης γράμματα οὐκ ἐπίσταται οὐδ' ᾐσχύνθη." Γεγόνασι δ' Ἡρακλεῖδαι τεσσαρεσκαίδεκα˙ πρῶτος αὐτὸς οὗτος˙ δεύτερος πολίτης αὐτοῦ, πυρρίχας καὶ φλυαρίας συντεταμένος˙ | [93] αἰσθόμενος δ' ὁ Διονύσιος ἐμήνυσεν αὐτῷ τὸ γεγονός˙ τοῦ δ' ἀρνουμένου καὶ ἀπιστοῦντος ἐπέστειλεν ἰδεῖν τὴν παραστιχίδα˙ καὶ εἶχε Πάγκαλος. οὗτος δ' ἦν ἐρώμενος Διονυσίου˙ ὡς δ' ἔτι ἀπιστῶν ἔλεγε κατὰ τύχην ἐνδέχεσθαι οὕτως ἔχειν, πάλιν ἀντεπέστειλεν ὁ Διονύσιος ὅτι "καὶ ταῦτα εὑρήσεις˙ Α. γέρων πίθηκος οὐχ ἁλίσκεται πάγῃ˙ Β. ἁλίσκεται μέν, μετὰ χρόνον δ' ἁλίσκεται." καὶ πρὸς τούτοις˙ " Ἡρακλείδης γράμματα οὐκ ἐπίσταται οὐδ' ᾐσχύνθη." Γεγόνασι δ' Ἡρακλεῖδαι τεσσαρεσκαίδεκα˙ πρῶτος αὐτὸς οὗτος˙ δεύτερος πολίτης αὐτοῦ, πυρρίχας καὶ φλυαρίας συντεταγμένος˙ | [93] Αἰσθόμενος δὴ ὁ Διονύσιος ἐμήνυσεν αὐτῷ [37310] τὸ γεγονός˙ τοῦ δ' ἀρνουμένου καὶ ἀπιστοῦντος ἐπέστειλεν ἰδεῖν τὴν παραστιχίδα˙ καὶ εἶχε Πάγκαλος˙ οὗτος δ' ἦν ἐρώμενος Διονυσίου. Ὡς δ' ἔτι ἀπιστῶν ἔλεγε κατὰ τύχην ἐνδέχεσθαι οὕτως ἔχειν, πάλιν ἀντεπέστειλεν ὁ Διονύσιος ὅτι "Καὶ ταῦτα εὑρήσεις˙ - [37315] Γέρων πίθηκος οὐχ ἁλίσκεται πάγῃ˙ - Ἁλίσκεται μέν, μετὰ χρόνον δ' ἁλίσκεται." Καὶ πρὸς τούτοις˙ " Ἡρακλείδης γράμματα οὐκ ἐπίσταται." Ὁ δ' ᾐσχύνθη." [3741] Γεγόνασι δ' Ἡρακλεῖδαι τεσσαρεσκαίδεκα˙ πρῶτος αὐτὸς οὗτος˙ δεύτερος πολίτης αὐτοῦ, πυρρίχας καὶ φλυαρίας συντεταγμένος˙ |