[187] ἄλλο˙ "εἴ τις ἐστιν ἐν Μεγάροις, οὐκ ἔστιν ἐν Ἀθήναις˙ ἄνθρωπος δ' ἐστὶν ἐν Μεγάροις˙ οὐκ ἄρ' ἐστὶν ἄνθρωπος ἐν Ἀθήναις." καὶ πάλιν˙ "εἴ τι λαλεῖς, τοῦτο διὰ τοῦ στόματός σου διέρχεται˙ ἅμαξαν δὲ λαλεῖς˙ ἅμαξα ἄρα διὰ τοῦ στόματός σου διέρχεται." καί˙ "εἴ τι οὐκ ἀπέβαλες, τοῦτ' ἔχεις˙ κέρατα δ' οὐκ ἀπέβαλες˙ κέρατ' ἄρ' ἔχεις." οἱ δ' Εὐβουλίδου τοῦτό φασιν.
Εἰσὶ δὲ οἳ κατατρέχουσι τοῦ Χρυσίππου ὡς πολλὰ αἰσχρῶς καὶ ἀρρήτως ἀναγεγραφότος. ἐν μὲν γὰρ τῷ Περὶ τῶν ἀρχαίων φυσιολόγων συγγράμματι αἰσχρῶς τὰ περὶ τὴν Ἥραν καὶ τὸν Δία ἀναπλάττει, λέγων κατὰ τοὺς ἑξακοσίους στίχους ἃ μηδεὶς ἠτυχηκὼς μολύνειν τὸ στόμα εἴποι ἄν.

[187] Ἄλλο˙ "Εἴ τις ἐστιν ἐν Μεγάροις, οὐκ ἔστιν ἐν Ἀθήναις˙ ἄνθρωπος δὲ ἐστὶν ἐν Μεγάροις˙ οὐκ ἄρα ἐστὶν [55815] ἄνθρωπος ἐν Ἀθήναις." Καὶ πάλιν˙ "Εἴ τι λαλεῖς, τοῦτό σου διὰ τοῦ στόματός διέρχεται˙ ἅμαξαν δὲ λαλεῖς˙ ἅμαξα ἄρα σου διὰ τοῦ στόματός σου διέρχεται." Καί πάλιν˙ "Εἴ τι οὐκ ἀπέβαλες, τοῦτο ἔχεις˙ κέρατα δὲ οὐκ ἀπέβαλες˙ κέρατ' ἄρ' ἔχεις." Οἱ δὲ Εὐβουλίδου τοῦτό φασιν.
[55820] Εἰσὶ δὲ οἳ κατατρέχουσι τοῦ Χρυσίππου ὡς πολλὰ αἰσχρῶς καὶ ἀρρήτως ἀναγεγραφότος. ἐν μὲν γὰρ τῷ Περὶ [5591] τῶν ἀρχαίων φυσιολόγων συγγράμματι αἰσχρῶς τὰ περὶ τὴν Ἥραν καὶ τὸν Δία ἀναπλάττει, λέγων κατὰ τοὺς ἑξακοσίους στίχους ἃ μηδεὶς ἠτυχηκὼς μολύνειν τὸ στόμα εἴποι ἄν.