[13] καὶ ἀπόντα καταδικασθῆναι θανάτῳ. ὅτε καὶ ἀμφοτέρων αὐτῷ προσαγγελέντων, τῆς τε καταδίκης καὶ τῆς τῶν παίδων τελευτῆς, εἰπεῖν περὶ μὲν τῆς καταδίκης, ὅτι ἄρα "κἀκείνων κἀμοῦ πάλαι ἡ φύσις κατεψηφίσατο," περὶ δὲ τῶν παίδων, ὅτι "ᾔδειν αὐτοὺς θνητοὺς γεννήσας." οἱ δ' εἰς Σόλωνα τοῦτ' ἀναφέρουσιν, ἄλλοι εἰς Ξενοφῶντα. τοῦτον δὲ καὶ θάψαι ταῖς ἰδίαις χερσὶν αὐτοὺς Δημήτριός φησιν ὁ Φαληρεὺς ἐν τῷ Περὶ γήρως (FGrH 228 F 38). Ἕρμιππος δ' ἐν τοῖς Βίοις (FHG III. 43) φησὶν ὅτι καθείρχθη ἐν τῷ δεσμωτηρίῳ τεθνηξόμενος. Περικλῆς δὲ παρελθὼν εἶπεν εἴ τι ἔχουσιν ἐγκαλεῖν αὑτῷ κατὰ τὸν βίον˙ οὐδὲν δὲ εἰπόντων, "καὶ μὴν ἐγώ," ἔφη, "τούτου μαθητής εἰμι˙ μὴ οὖν διαβολαῖς ἐπαρθέντες ἀποκτείνητε τὸν ἄνθρωπον, ἀλλ' ἐμοὶ πεισθέντες ἄφετε." καὶ ἀφείθη˙ οὐκ ἐνεγκὼν δὲ τὴν ὕβριν ἑαυτὸν ἐξήγαγεν. [13] καὶ ἀπόντα καταδικασθῆναι θανάτῳ. ὅτε καὶ ἀμφοτέρων αὐτῷ προσαγγελέντων, τῆς τε καταδίκης καὶ τῆς τῶν παίδων τελευτῆς, εἰπεῖν περὶ μὲν τῆς καταδίκης, ὅτι ἄρα "κἀκείνων κἀμοῦ πάλαι ἡ φύσις κατεψηφίσατο," περὶ δὲ τῶν παίδων, ὅτι "ᾔδειν αὐτοὺς θνητοὺς γεννήσας." οἱ δ' εἰς Σόλωνα τοῦτ' ἀναφέρουσιν, ἄλλοι εἰς Ξενοφῶντα. τοῦτον δὲ καὶ θάψαι ταῖς ἰδίαις χερσὶν αὐτοὺς Δημήτριός φησιν ὁ Φαληρεὺς ἐν τῷ Περὶ γήρως. Ἕρμιππος δ' ἐν τοῖς Βίοις φησὶν ὅτι καθείρχθη ἐν τῷ δεσμωτηρίῳ τεθνηξόμενος. Περικλῆς δὲ παρελθὼν εἶπεν εἴ τι ἔχουσιν ἐγκαλεῖν αὑτῷ κατὰ τὸν βίον˙ οὐδὲν δὲ εἰπόντων, "καὶ μὴν ἐγώ," ἔφη, "τούτου μαθητής εἰμι˙ μὴ οὖν διαβολαῖς ἐπαρθέντες ἀποκτείνητε τὸν ἄνθρωπον, ἀλλ' ἐμοὶ πεισθέντες ἄφετε." καὶ ἀφείθη˙ οὐκ ἐνεγκὼν δὲ τὴν ὕβριν ἑαυτὸν ἐξήγαγεν. [13] καὶ ἀπόντα καταδικασθῆναι θανάτῳ. Ὅτε καὶ ἀμφοτέρων αὐτῷ προσαγγελέντων, τῆς τε καταδίκης καὶ τῆς τῶν παίδων τελευτῆς, εἰπεῖν περὶ μὲν τῆς καταδίκης, ὅτι ἄρα "Κἀκείνων [10010] κἀμοῦ θάνατον πάλαι ἡ φύσις κατεψηφίσατο," περὶ δὲ τῶν παίδων, ὅτι " Ἤιδειν αὐτοὺς θνητοὺς γεννήσας." (Οἱ δ' εἰς Σόλωνα τοῦτ' ἀναφέρουσιν, ἄλλοι εἰς Ξενοφῶντα). Τοῦτον δὲ καὶ θάψαι ταῖς ἰδίαις χερσὶν αὐτοὺς Δημήτριός φησιν ὁ Φαληρεὺς ἐν τῷ Περὶ γήρως. [10015] Ἕρμιππος δ' ἐν τοῖς Βίοις φησὶν ὅτι καθείρχθη ἐν τῷ δεσμωτηρίῳ τεθνηξόμενος. Περικλῆς δὲ παρελθὼν εἶπεν εἴ τι ἔχουσιν ἐγκαλεῖν αὑτῷ κατὰ τὸν βίον˙ οὐδὲν δὲ [1011] εἰπόντων, "Καὶ μὴν ἐγώ," ἔφη, "τούτου μαθητής εἰμι˙ μὴ οὖν διαβολαῖς ἐπαρθέντες ἀποκτείνητε τὸν ἄνθρωπον, ἀλλ' ἐμοὶ πεισθέντες ἄφετε." Καὶ ἀφείθη˙ οὐκ ἐνεγκὼν δὲ τὴν ὕβριν ἑαυτὸν ἐξήγαγεν.