[14] Στοιχεῖα πρὸς Ἀλέξανδρον περὶ βασιλείας δ´,
Πρὸς Ἀρρύβαν,
Πρὸς Ἡφαιστίωνα,
Περὶ γεωμετρίας α´ β´,
Στίχοι 〈μύριοι〉 κβ´ δσλθ´.

Ἀθηναῖοι δ' ὅμως αὐτὸν ὄντα τοιοῦτον ἐπίπρασκόν ποτε, τὸ μετοίκιον ἀτονοῦντα θεῖναι. καὶ αὐτὸν ὠνεῖται Δημήτριος ὁ Φαληρεὺς καὶ ἑκάτερον ἀποκατέστησε˙ Ξενοκράτει μὲν τὴν ἐλευθερίαν, Ἀθηναίοις δὲ τὸ μετοίκιον. τοῦτό φησι Μυρωνιανὸς ὁ Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ἱστορικῶν ὁμοίων κεφαλαίων (FHG IV. 455). διεδέξατο δὲ Σπεύσιππον καὶ ἀφηγήσατο τῆς σχολῆς πέντε καὶ εἴκοσιν ἔτη ἐπὶ Λυσιμαχίδου ἀρξάμενος κατὰ τὸ δεύτερον ἔτος τῆς δεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος. ἐτελεύτα δὲ νυκτὸς λεκάνῃ προσπταίσας, ἔτος ἤδη γεγονὼς δεύτερον καὶ ὀγδοηκοστόν.

[14] Στοιχεῖα πρὸς Ἀλέξανδρον περὶ βασιλείας δ´.
Πρὸς Ἀρρύβαν.
Πρὸς Ἡφαιστίωνα.
Περὶ γεωμετρίας α´ β´.
Στίχοι μκβδσλθ´.

Ἀθηναῖοι δ' ὅμως αὐτὸν ὄντα τοιοῦτον ἐπίπρασκόν ποτε, τὸ μετοίκιον ἀτονοῦντα θεῖναι. καὶ αὐτὸν ὠνεῖται Δημήτριος ὁ Φαληρεὺς καὶ ἑκάτερον ἀποκατέστησε˙ Ξενοκράτει μὲν τὴν ἐλευθερίαν, Ἀθηναίοις δὲ τὸ μετοίκιον. τοῦτό φησι Μυρωνιανὸς ὁ Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ἱστορικῶν Ὁμοίων κεφαλαίων. διεδέξατο δὲ Σπεύσιππον καὶ ἀφηγήσατο τῆς σχολῆς πέντε καὶ εἴκοσιν ἔτη ἐπὶ Λυσιμαχίδου ἀρξάμενος κατὰ τὸ δεύτερον ἔτος τῆς δεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος. ἐτελεύτα δὲ νυκτὸς λεκάνῃ προσπταίσας, ἔτος ἤδη γεγονὼς δεύτερον καὶ ὀγδοηκοστόν.

[14] Τῶν περὶ ἀστρολογίαν ς´ [στοιχεῖα],
Πρὸς Ἀλέξανδρον περὶ βασιλείας δ´,

[2671] Πρὸς Ἀρρύβαν,
Πρὸς Ἡφαιστίωνα,
Περὶ γεωμετρίας α´ β´,
Στίχοι μ(υριάδες) κβ´ δσλθ´.

[2675] Ἀθηναῖοι δ' ὅμως αὐτὸν ὄντα τοιοῦτον ἐπίπρασκόν ποτε, τὸ μετοίκιον ἀτονοῦντα θεῖναι. Καὶ αὐτὸν ὠνεῖται Δημήτριος ὁ Φαληρεὺς καὶ ἑκάτερον ἀποκατέστησε˙ Ξενοκράτει μὲν τὴν ἐλευθερίαν, Ἀθηναίοις δὲ τὸ μετοίκιον. Τοῦτό φησι Μυρωνιανὸς ὁ Ἀμαστριανὸς ἐν τῷ πρώτῳ [26710] τῶν Ἱστορικῶν ὁμοίων κεφαλαίων. Διεδέξατο δὲ Σπεύσιππον καὶ ἀφηγήσατο τῆς σχολῆς πέντε καὶ εἴκοσιν ἔτη ἐπὶ Λυσιμαχίδου, ἀρξάμενος κατὰ τὸ δεύτερον ἔτος τῆς δεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος. Ἐτελεύτα δὲ νυκτὸς λεκάνῃ προσπταίσας, ἔτος ἤδη γεγονὼς δεύτερον καὶ [26715] ὀγδοηκοστόν.