[139] I.
Τὸ μακάριον καὶ ἄφθαρτον οὔτε αὐτὸ πράγματα ἔχει οὔτε ἄλλῳ παρέχει, ὥστε οὔτε ὀργαῖς οὔτε χάρισι συνέχεται˙ ἐν ἀσθενεῖ γὰρ πᾶν τὸ τοιοῦτον. [ἐν ἄλλοις (fg. 355 Us.) δέ φησι τοὺς θεοὺς λόγῳ θεωρητούς, οὓς μὲν κατ' ἀριθμὸν ὑφεστῶτας, οὓς δὲ καθ' ὁμοείδειαν ἐκ τῆς συνεχοῦς ἐπιρρύσεως τῶν ὁμοίων εἰδώλων ἐπὶ τὸ αὐτὸ ἀποτετελεσμένων, ἀνθρωποειδεῖς].

II.
Ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς˙ τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ˙ τὸ δ' ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς.

III.
Ὅρος τοῦ μεγέθους τῶν ἡδονῶν ἡ παντὸς τοῦ ἀλγοῦντος ὑπεξαίρεσις. ὅπου δ' ἂν τὸ ἡδόμενον ἐνῇ, καθ' ὃν ἂν χρόνον ᾖ, οὐκ ἔστι τὸ ἀλγοῦν ἢ τὸ λυπούμενον ἢ τὸ συναμφότερον.

[139] [80210] I.
Τὸ μακάριον καὶ ἄφθαρτον οὔτε αὐτὸ πράγματα ἔχει οὔτε ἄλλῳ παρέχει, ὥστε οὔτε ὀργαῖς οὔτε χάρισι συνέχεται˙ ἐν ἀσθενεῖ γὰρ πᾶν τὸ τοιοῦτον. [ Ἐν ἄλλοις (fg. 355 Us.) δέ φησι τοὺς θεοὺς λόγῳ θεωρητούς, οὓς μὲν κατ' ἀριθμὸν ὑφεστῶτας, 〈οἵ〉ους δὲ κατὰ ὁμοείδειαν ἐκ τῆς συνεχοῦς ἐπιρρύσεως τῶν
[8031] ὁμοίων εἰδώλων ἐπὶ τὸ αὐτὸ ἀποτετελεσμένους, ἀνθρωποειδεῖς.]

II.
Ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς˙ τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ˙ τὸ δ' ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς.

III.
Ὅρος τοῦ μεγέθους τῶν ἡδονῶν ἡ παντὸς τοῦ ἀλγοῦντος
[8035] ὑπεξαίρεσις. Ὅπου δ' ἂν τὸ ἡδόμενον ἐνῇ, καθ' ὃν ἂν χρόνον ᾖ, οὐκ ἔστι τὸ ἀλγοῦν ἢ τὸ λυπούμενον ἢ τὸ συναμφότερον.