[15] φαμὲν δὲ καὶ εἰς τοῦτον οὑτωσί (A. Pal. VII. 102)˙

χαλκῇ προσκόψας λεκάνῃ ποτὲ καὶ τὸ μέτωπον
πλήξας ἴαχεν ὦ σύντονον, εἶτ' ἔθανεν,
ὁ πάντα πάντη Ξενοκράτης ἀνὴρ γεγώς.

Γεγόνασι δὲ καὶ ἄλλοι Ξενοκράτεις πέντε˙ ὅ τε τακτικὸς ἀρχαῖος σφόδρα καὶ ὁ συγγενὴς ἅμα καὶ πολίτης τῷ προειρημένῳ φιλοσόφῳ˙ φέρεται δὲ αὐτοῦ λόγος Ἀρσινοητικός, γεγραμμένος περὶ Ἀρσινόης ἀποθανούσης. τέταρτος φιλόσοφος, ἐλεγείαν γεγραφὼς οὐκ ἐπιτυχῶς. ἴδιον δέ˙ ποιηταὶ μὲν γὰρ ἐπιβαλλόμενοι πεζογραφεῖν ἐπιτυγχάνουσι˙ πεζογράφοι δὲ ἐπιτιθέμενοι ποιητικῇ πταίουσι˙ τῷ δῆλον τὸ μὲν φύσεως εἶναι, τὸ δὲ τέχνης ἔργον. πέμπτος ἀνδριαντοποιός˙ ἕκτος ᾄσματα γεγραφώς, ὥς φησιν Ἀριστόξενος (Wehrli II, fg. 126).

[15] Φαμὲν δὲ καὶ εἰς τοῦτον οὑτωσί˙

χαλκῇ προσκόψας λεκάνῃ ποτὲ καὶ τὸ μέτωπον
πλήξας ἴαχεν ὦ σύντονον, εἶτ' ἔθανεν,
ὁ πάντα πάντη Ξενοκράτης ἀνὴρ γεγώς.

Γεγόνασι δὲ καὶ ἄλλοι Ξενοκράτεις ἕξ˙ ὅ τε τακτικὸς ἀρχαῖος σφόδρα * * καὶ ὁ συγγενὴς ἅμα καὶ πολίτης τῷ προειρημένῳ φιλοσόφῳ˙ φέρεται δὲ αὐτοῦ λόγος Ἀρσινοητικός, γεγραμμένος περὶ Ἀρσινόης ἀποθανούσης. τέταρτος φιλόσοφος, ἐλεγείαν γεγραφὼς οὐκ ἐπιτυχῶς. ἴδιον δε˙ ποιηταὶ μὲν γὰρ ἐπιβαλλόμενοι πεζογραφεῖν ἐπιτυγχάνουσι˙ πεζογράφοι δὲ ἐπιτιθέμενοι ποιητικῇ πταίουσι˙ τῷ δῆλον τὸ μὲν φύσεως εἶναι, τὸ δὲ τέχνης ἔργον. πέμπτος ἀνδριαντοποιός˙ ἕκτος ᾄσματα γεγραφώς, ὥς φησιν Ἀριστόξενος.

[15] Φαμὲν δὲ καὶ εἰς τοῦτον οὑτωσί˙

Χαλκῇ προσκόψας λεκάνῃ ποτὲ καὶ τὸ μέτωπον
πλήξας ἴαχεν "" σύντονον, εἶτ' ἔθανεν,
ὁ πάντα πάντη Ξενοκράτης ἀνὴρ γεγώς.

Γεγόνασι δὲ καὶ ἄλλοι Ξενοκράτεις ἕξ˙ ὅ τε τακτικὸς [26720] ἀρχαῖος σφόδρα 〈*〉 καὶ ὁ συγγενὴς ἅμα καὶ πολίτης τῷ [2681] προειρημένῳ φιλοσόφῳ˙ φέρεται δὲ αὐτοῦ λόγος Ἀρσινοητικός, γεγραμμένος περὶ Ἀρσινόης ἀποθανούσης. Τέταρτος φιλόσοφος, ἐλεγείαν γεγραφὼς οὐκ ἐπιτυχῶς. Ἴδιον δέ˙ ποιηταὶ μὲν γὰρ ἐπιβαλλόμενοι πεζογραφεῖν ἐπιτυγχάνουσι˙ [2685] πεζογράφοι δὲ ἐπιτιθέμενοι ποιητικῇ πταίουσι˙ τῷ δῆλον τὸ μὲν φύσεως εἶναι, τὸ δὲ τέχνης ἔργον. Πέμπτος ἀνδριαντοποιός˙ ἕκτος ᾄσματα γεγραφώς, ὥς φησιν Ἀριστόξενος.