[15] τελευτήσαντα δὴ αὐτὸν ἔθαψαν ἐντίμως οἱ Λαμψακηνοὶ καὶ ἐπέγραψαν (A. Pal. VII. 94)˙

ἐνθάδε, πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας
οὐρανίου κόσμου, κεῖται Ἀναξαγόρας.

ἔστι καὶ ἡμῶν εἰς αὐτόν (A. Pal. VII. 95)˙

ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν,
καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας˙
ἀλλ' ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον, ὁ δ' αὑτὸν
ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης.

Γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀναξαγόραι, ὧν [ἐν οὐδενὶ πάντα, ἀλλ'] ὁ μὲν ἦν ῥήτωρ, Ἰσοκράτειος˙ ὁ δ' ἀνδριαντοποιός, οὗ μέμνηται Ἀντίγονος˙ ἄλλος γραμματικὸς Ζηνοδότειος.

[15] τελευτήσαντα δὴ αὐτὸν ἔθαψαν ἐντίμως οἱ Λαμψακηνοὶ καὶ ἐπέγραψαν˙

ἐνθάδε, πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας
οὐρανίου κόσμου, κεῖται Ἀναξαγόρας.

ἔστι καὶ ἡμῶν εἰς αὐτόν˙

ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν,
καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας˙
ἀλλ' ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον, ὁ δ' αὑτὸν
ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης.

Γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀναξαγόραι, ὧν [ἐν οὐδενὶ πάντα, ἀλλ'] ὁ μὲν ἦν ῥήτωρ, Ἰσοκράτειος˙ ὁ δ' ἀνδριαντοποιός, οὗ μέμνηται Ἀντίγονος˙ ἄλλος γραμματικὸς Ζηνοδότειος.

[15] Τελευτήσαντα δὴ αὐτὸν ἔθαψαν ἐντίμως οἱ Λαμψακηνοὶ καὶ ἐπέγραψαν˙

Ἐνθάδε, πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας
οὐρανίου κόσμου, κεῖται Ἀναξαγόρας.

Ἔστι καὶ ἡμῶν εἰς αὐτόν˙

[10120] Ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν,
καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας˙
[1021] ἀλλ' ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον, ὁ δ' αὑτὸν
ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης.

Γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀναξαγόραι, ὧν [ἐν οὐδενὶ πάντα, ἀλλ'] ὁ μὲν ἦν ῥήτωρ, Ἰσοκράτειος˙ ὁ δὲ [1025] ἀνδριαντοποιός, οὗ μέμνηται Ἀντίγονος˙ ἄλλος γραμματικὸς Ζηνοδότειος.