[8] καὶ αὐτὸν Ἐπίκουρον ἐν ταῖς ἐπιστολαῖς (fg. 113 Us.) περὶ Ναυσιφάνους λέγειν˙ "Ταῦτα ἤγαγεν αὐτὸν εἰς ἔκστασιν τοιαύτην, ὥστε μοι λοιδορεῖσθαι καὶ ἀποκαλεῖν διδάσκαλον." πλεύμονά τε αὐτὸν ἐκάλει (fg. 236 Us.) καὶ ἀγράμματον καὶ ἀπατεῶνα καὶ πόρνην˙ τούς τε περὶ Πλάτωνα (fg. 238 Us.) Διονυσοκόλακας καὶ αὐτὸν Πλάτωνα χρυσοῦν, καὶ Ἀριστοτέλη ἄσωτον, 〈ὃν〉 καταφαγόντα τὴν πατρῴαν οὐσίαν στρατεύεσθαι καὶ φαρμακοπωλεῖν˙ φορμοφόρον (fg. 172 Us.) τε Πρωταγόραν καὶ γραφέα Δημοκρίτου καὶ ἐν κώμαις γράμματα διδάσκειν˙ Ἡράκλειτόν τε κυκητὴν καὶ Δημόκριτον Ληρόκριτον καὶ Ἀντίδωρον Σαννίδωρον˙ (fg. 4 Us.) τούς τε Κυνικοὺς ἐχθροὺς τῆς Ἑλλάδος˙ καὶ τοὺς διαλεκτικοὺς πολυφθόρους, Πύρρωνα δ' ἀμαθῆ καὶ ἀπαίδευτον. [8] καὶ αὐτὸν Ἐπίκουρον ἐν ταῖς ἐπιστολαῖς περὶ Ναυσιφάνους λέγειν˙ "Ταῦτα ἤγαγεν αὐτὸν εἰς ἔκστασιν τοιαύτην, ὥστε μοι λοιδορεῖσθαι καὶ ἀποκαλεῖν διδάσκαλον." πλεύμονά τε αὐτὸν ἐκάλει καὶ ἀγράμματον καὶ ἀπατεῶνα καὶ πόρνην˙ τούς τε περὶ Πλάτωνα Διονυσοκόλακας καὶ αὐτὸν Πλάτωνα χρυσοῦν, καὶ Ἀριστοτέλη ἄσωτον, 〈ὃν〉 καταφαγόντα τὴν πατρῴαν οὐσίαν στρατεύεσθαι καὶ φαρμακοπωλεῖν˙ φορμοφόρον τε Πρωταγόραν καὶ γραφέα Δημοκρίτου καὶ ἐν κώμαις γράμματα διδάσκειν˙ Ἡράκλειτόν τε κυκητὴν καὶ Δημόκριτον Ληρόκριτον καὶ Ἀντίδωρον Σαννίδωρον˙ τούς τε Κυνικοὺς ἐχθροὺς τῆς Ἑλλάδος˙ καὶ τοὺς διαλεκτικοὺς πολυφθόρους, Πύρρωνα δ' ἀμαθῆ καὶ ἀπαίδευτον. [8] Καὶ 〈τὸν〉 αὐτὸν Ἐπίκουρον ἐν ταῖς ἐπιστολαῖς περὶ Ναυσιφάνους [7151] λέγειν˙ "Ταῦτα ἤγαγεν αὐτὸν εἰς ἔκστασιν τοιαύτην, ὥστε μοι λοιδορεῖσθαι καὶ ἀποκαλεῖν διδάσκαλον." Πλεύμονά τε αὐτὸν ἐκάλει καὶ ἀγράμματον καὶ ἀπατεῶνα καὶ πόρνην˙ τούς τε περὶ Πλάτωνα Διονυσοκόλακας καὶ [7155] αὐτὸν Πλάτωνα χρυσοῦν, καὶ Ἀριστοτέλη ἄσωτον˙ καταφαγόντα γὰρ τὴν πατρῴαν οὐσίαν στρατεύεσθαι καὶ φαρμακοπωλεῖν˙ φορμοφόρον τε Πρωταγόραν καὶ γραφέα Δημοκρίτου καὶ ἐν κώμαις γράμματα διδάσκειν˙ Ἡράκλειτόν τε κυκητὴν καὶ Δημόκριτον Ληρόκριτον καὶ Ἀντίδωρον [71510] Σαννίδωρον˙ τούς τε Κυζικηνοὺς ἐχθροὺς τῆς Ἑλλάδος˙ καὶ τοὺς Διαλεκτικοὺς πολυφθόρους, Πύρρωνα δὲ ἀμαθῆ καὶ ἀπαίδευτον.