[15] λέγεται δὲ καὶ μετὰ τὴν τελευτὴν τοῦ Ζήνωνος εἰπεῖν τὸν Ἀντίγονον οἷον εἴη θέατρον ἀπολωλεκώς˙ ὅθεν καὶ διὰ Θράσωνος πρεσβευτοῦ παρὰ τῶν Ἀθηναίων ᾔτησεν αὐτῷ τὴν ἐν Κεραμεικῷ ταφήν. ἐρωτηθεὶς δὲ διὰ τί θαυμάζει αὐτόν, "ὅτι," ἔφη, "πολλῶν καὶ μεγάλων αὐτῷ διδομένων ὑπ' ἐμοῦ οὐδεπώποτε ἐχαυνώθη οὐδὲ ταπεινὸς ὤφθη."
Ἦν δὲ καὶ ζητητικὸς καὶ περὶ πάντων ἀκριβολογούμενος˙ ὅθεν καὶ ὁ Τίμων ἐν τοῖς Σίλλοις φησὶν οὕτω˙ (Diels 38)

καὶ Φοίνισσαν ἴδον λιχνόγραυν σκιερῷ ἐνὶ τύφῳ
πάντων ἱμείρουσαν˙ ὁ δ' ἔρρει γυργαθὸς αὐτῆς
σμικρὸς ἐών˙ νοῦν δ' εἶχεν ἐλάσσονα κινδαψοῖο.

[15] λέγεται δὲ καὶ μετὰ τὴν τελευτὴν τοῦ Ζήνωνος εἰπεῖν τὸν Ἀντίγονον, οἷον εἴη θέατρον ἀπολωλεκώς˙ ὅθεν καὶ διὰ Θράσωνος πρεσβευτοῦ παρὰ τῶν Ἀθηναίων ᾔτησεν αὐτῷ τὴν ἐν Κεραμεικῷ ταφήν. ἐρωτηθεὶς δὲ διὰ τί θαυμάζει αὐτόν, "ὅτι," ἔφη, "πολλῶν καὶ μεγάλων αὐτῷ διδομένων ὑπ' ἐμοῦ οὐδεπώποτ' ἐχαυνώθη οὐδὲ ταπεινὸς ὤφθη."
Ἦν δὲ καὶ ζητητικὸς καὶ περὶ πάντων ἀκριβολογούμενος˙ ὅθεν καὶ ὁ Τίμων ἐν τοῖς Σίλλοις φησὶν οὕτω˙

καὶ Φοίνισσαν ἴδον λιχνόγραυν σκιερῷ ἐνὶ τύφῳ
πάντων ἱμείρουσαν˙ ὁ δ' ἔρρει γυργαθὸς αὐτῆς
σμικρὸς ἐών˙ νοῦν δ' εἶχεν ἐλάσσονα κινδαψοῖο.

[15] Λέγεται δὲ καὶ μετὰ τὴν τελευτὴν [4531] τοῦ Ζήνωνος εἰπεῖν τὸν Ἀντίγονον οἷον εἴη θέατρον ἀπολωλεκώς˙ Ὅθεν καὶ διὰ Θράσωνος πρεσβευτοῦ παρὰ τῶν Ἀθηναίων ᾔτησεν αὐτῷ τὴν ἐν Κεραμεικῷ ταφήν. Ἐρωτηθεὶς δὲ διὰ τί θαυμάζει αὐτόν, " Ὅτι," ἔφη, "πολλῶν καὶ [4535] μεγάλων αὐτῷ διδομένων ὑπ' ἐμοῦ οὐδεπώποτε ἐχαυνώθη οὐδὲ ταπεινὸς ὤφθη."
Ἦν δὲ καὶ ζητητικὸς καὶ περὶ πάντων ἀκριβολογούμενος˙ ὅθεν καὶ ὁ Τίμων ἐν τοῖς Σίλλοις φησὶν οὕτω˙

Καὶ Φοίνισσαν ἴδον λιχνόγραυν σκιερῷ ἐνὶ τύφῳ
[45310] πάντων ἱμείρουσαν˙ ὁ δ' ἔρρει γυργαθὸς αὐτῆς
μικρὸς ἐών˙ νοῦν δ' εἶχεν ἐλάσσονα κινδαψοῖο.