[16] Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθ' ἓν μόνον,
ἀλλ' ὅσσα περ ζῇ, πάντα καὶ γνώμαν ἔχει.
καὶ γὰρ τὸ θῆλυ τᾶν ἀλεκτορίδων γένος,
αἰ λῇς καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα
ζῶντ', ἀλλ' ἐπῴζει καὶ ποιεῖ ψυχὰν ἔχειν.
τὸ δὲ σοφὸν ἁ φύσις τόδ' οἶδεν ὡς ἔχει
μόνα˙ πεπαίδευται γὰρ αὐταύτας ὕπο.

καὶ πάλιν (DK 23 B 5)˙

θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθ' οὕτω λέγειν
καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν
καλὼς πεφύκειν˙ καὶ γὰρ ἁ κύων κυνὶ
κάλλιστον εἶμεν φαίνεται καὶ βοῦς βοΐ,
ὄνος δ' ὄνῳ κάλλιστον, ὗς δέ θην ὑί."

καὶ πάλιν˙

Καὶ γὰρ τὸ θῆλυ τᾶν
[20210] ἀλεκτορίδων γένος,
αἰ λῇς καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα
ζῶντ', ἀλλ' ἐπῴζει καὶ ποιεῖ ψυχὰν ἔχειν.
Τὸ δὲ σοφὸν ἁ φύσις τόδ' οἶδεν ὡς ἔχει
μόνα˙ πεπαίδευται γὰρ αὐταύτας ὕπο.

[20215] Καὶ πάλιν˙

θαυμαστὸν οὐδὲν 〈ἁ〉μὲ ταῦθ' οὕτω λέγειν
καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν
καλὼς πεφύκειν˙ καὶ γὰρ ἁ κύων κυνὶ
κάλλιστον εἶμεν φαίνεται καὶ βοῦς βοΐ,
[20220] ὄνος δ' ὄνῳ κάλλιστον, ὗς δέ θην ὑί."