ς
Κεφ. α //.
ΑΝΤΙΣΘΕΝΗΣ

[1] Ἀντισθένης Ἀντισθένους Ἀθηναῖος. ἐλέγετο δ' οὐκ εἶναι ἰθαγενής˙ ὅθεν καὶ πρὸς τὸν ὀνειδίζοντα εἰπεῖν, "καὶ ἡ μήτηρ τῶν θεῶν Φρυγία ἐστίν." ἐδόκει γὰρ εἶναι Θρᾴττης μητρός˙ ὅθεν καὶ ἐν Τανάγρᾳ κατὰ τὴν μάχην εὐδοκιμήσας ἔδωκε λέγειν Σωκράτει ὡς οὐκ ἂν ἐκ δυοῖν Ἀθηναίων οὕτω γεγόνοι γενναῖος. καὶ αὐτὸς δὲ τοὺς Ἀθηναίους ἐπὶ τῷ γηγενεῖς εἶναι σεμνυνομένους ἐκφαυλίζων ἔλεγε μηδὲν εἶναι κοχλιῶν καὶ ἀττελέβων εὐγενεστέρους.
Οὗτος κατ' ἀρχὰς μὲν ἤκουσε Γοργίου τοῦ ῥήτορος˙ ὅθεν τὸ ῥητορικὸν εἶδος ἐν τοῖς διαλόγοις ἐπιφέρει καὶ μάλιστα ἐν τῇ Ἀληθείᾳ καὶ τοῖς Προτρεπτικοῖς.

[1] [3752] Ἀντισθένης Ἀντισθένους Ἀθηναῖος. Ἐλέγετο δ' οὐκ εἶναι ἰθαγενής˙ ὅθεν καὶ πρὸς τὸν ὀνειδίζοντα εἰπεῖν, "Καὶ ἡ μήτηρ τῶν θεῶν Φρυγία ἐστίν." Ἐδόκει γὰρ εἶναι [3755] Θρᾴττης μητρός˙ ὅθεν καὶ ἐν Τανάγρᾳ κατὰ τὴν μάχην εὐδοκιμήσας ἔδωκε λέγειν Σωκράτει ὡς οὐκ ἂν ἐκ δυοῖν Ἀθηναίων οὕτως γεγόνοι γενναῖος. Καὶ αὐτὸς δὲ τοὺς Ἀθηναίους ἐπὶ τῷ γηγενεῖς εἶναι σεμνυνομένους ἐκφαυλίζων ἔλεγε μηδὲν εἶναι κοχλιῶν καὶ ἀττελέβων εὐγενεστέρους.
[37511] Οὗτος κατ' ἀρχὰς μὲν ἤκουσε Γοργίου τοῦ ῥήτορος˙ ὅθεν τὸ ῥητορικὸν εἶδος ἐν τοῖς διαλόγοις ἐπιφέρει καὶ μάλιστα ἐν τῇ Ἀληθείᾳ καὶ τοῖς Προτρεπτικοῖς.