[17] Γεγόνασι δ' Ἡράκλειτοι πέντε˙ πρῶτος αὐτὸς οὗτος˙ δεύτερος ποιητὴς λυρικός, οὗ ἐστι Τῶν δώδεκα θεῶν ἐγκώμιον˙ τρίτος ἐλεγείας ποιητὴς Ἁλικαρνασσεύς, εἰς ὃν Καλλίμαχος πεποίηκεν οὕτως˙ (Epigr. 2 Pfeiffer)

εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ
ἤγαγεν, ἐμνήσθην δ' ὁσσάκις ἀμφότεροι
ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που,
ξεῖν' Ἁλικαρνασσεῦ, τετράπαλαι σποδιή,
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων
ἁρπάκτης Ἀΐδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.

τέταρτος Λέσβιος, ἱστορίαν γεγραφὼς Μακεδονικήν˙ πέμπτος σπουδογέλοιος, ἀπὸ κιθαρῳδίας μεταβεβηκὼς εἰς τὸ εἶδος.

[17] Γεγόνασι δ' Ἡράκλειτοι πέντε˙ πρῶτος αὐτὸς οὗτος˙ δεύτερος ποιητὴς λυρικός, οὗ ἐστι τῶν δώδεκα θεῶν ἐγκώμιον˙ τρίτος ἐλεγείας ποιητὴς Ἁλικαρνασσεύς, εἰς ὃν Καλλίμαχος πεποίηκεν οὕτως˙

εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ
ἤγαγεν, ἐμνήσθην δ' ὁσσάκις ἀμφότεροι
ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που,
ξεῖν' Ἁλικαρνασσεῦ, τετράπαλαι σποδιή,
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων
ἁρπάκτης Ἀΐδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.

τέταρτος Λέσβιος, ἱστορίαν γεγραφὼς Μακεδονικήν˙ πέμπτος σπουδογέλοιος, ἀπὸ κιθαρῳδίας μεταβεβηκὼς εἰς 〈τόδε〉 τὸ εἶδος.

[17] Γεγόνασι δ' Ἡράκλειτοι πέντε˙ πρῶτος αὐτὸς οὗτος˙ δεύτερος ποιητὴς λυρικός, οὗ ἐστι Τῶν δώδεκα θεῶν ἐγκώμιον˙ [64210] τρίτος ἐλεγείας ποιητὴς, Ἁλικαρνασσεύς, εἰς ὃν Καλλίμαχος πεποίηκεν οὕτως˙

Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ
ἤγαγεν˙ ἐμνήσθην δ' ὁσσάκις ἀμφότεροι
ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. Ἀλλὰ σὺ μέν που,
[64215] ξεῖν' Ἁλικαρνασσεῦ, τετράπαλαι σποδιή,
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων
ἁρπάκτης Ἀΐδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.

[6431] Τέταρτος Λέσβιος, ἱστορίαν γεγραφὼς Μακεδονικήν˙ πέμπτος σπουδογέλοιος, ἀπὸ κιθαρῳδίας μεταβεβηκὼς εἰς τὸ εἶδος.