[17] ὀχέτιον γάρ τι ὀκνηρῶς αὐτοῦ ὑπερβαίνοντος, "δικαίως," εἶπεν, "ὑφορᾷ τὸν πηλόν˙ οὐ γὰρ ἔστιν ἐν αὐτῷ κατοπτρίσασθαι." ὡς δὲ Κυνικός τις οὐ φήσας ἔλαιον ἔχειν ἐν τῇ ληκύθῳ προσῄτησεν αὐτόν, οὐκ ἔφη δώσειν˙ ἀπελθόντα μέντοι ἐκέλευσε σκέψασθαι ὁπότερος εἴη ἀναιδέστερος. ἐρωτικῶς δὲ διακείμενος Χρεμωνίδου, παρακαθιζόντων αὐτοῦ τε καὶ Κλεάνθους, ἀνέστη˙ θαυμάζοντος δὲ τοῦ Κλεάνθους ἔφη, "καὶ τῶν ἰατρῶν ἀκούω τῶν ἀγαθῶν, κράτιστον εἶναι φάρμακον πρὸς τὰ φλεγμαίνοντα ἡσυχίαν." δυοῖν δ' ὑπανακειμένοιν ἐν πότῳ καὶ τοῦ ὑπ' αὐτὸν τὸν ὑφ' ἑαυτὸν σκιμαλίζοντος τῷ ποδί, αὐτὸς ἐκεῖνον τῷ γόνατι. ἐπιστραφέντος δέ, "τί οὖν," ἔφη, "οἴει τὸν ὑποκάτω σου πάσχειν ὑπὸ σοῦ;" [17] ὀχέτιον γάρ τι ὀκνηρῶς αὐτοῦ ὑπερβαίνοντος, "δικαίως," εἶπεν, "ὑφορᾷ τὸν πηλόν˙ οὐ γὰρ ἔστιν ἐν αὐτῷ κατοπτρίσασθαι." ὡς δὲ Κυνικός τις οὐ φήσας ἔλαιον ἔχειν ἐν τῇ ληκύθῳ προσῄτησεν αὐτόν, οὐκ ἔφη δώσειν˙ ἀπελθόντα μέντοι ἐκέλευσε σκέψασθαι ὁπότερος εἴη ἀναιδέστερος. ἐρωτικῶς δὲ διακείμενος Χρεμωνίδου, παρακαθιζόντων αὐτοῦ τε καὶ Κλεάνθους, ἀνέστη˙ θαυμάζοντος δὲ τοῦ Κλεάνθους ἔφη, "καὶ τῶν ἰατρῶν ἀκούω τῶν ἀγαθῶν, κράτιστον εἶναι φάρμακον πρὸς τὰ φλεγμαίνοντα ἡσυχίαν." δυοῖν δ' ὑπανακειμένοιν ἐν πότῳ καὶ τοῦ ὑπ' αὐτὸν τὸν ὑφ' ἑαυτὸν σκιμαλίζοντος τῷ ποδί, αὐτὸς ἐκεῖνον τῷ γόνατι. ἐπιστραφέντος δέ, "τί οὖν," ἔφη "οἴει τὸν ὑποκάτω σου πάσχειν ὑπὸ σοῦ;" [17] ὀχέτιον γάρ τι ὀκνηρῶς αὐτοῦ ὑπερβαίνοντος, "Δικαίως," εἶπεν, "ὑφορᾷ τὸν πηλόν˙ οὐ γὰρ ἔστιν ἐν αὐτῷ κατοπτρίσασθαι." Ὡς δὲ Κυνικός τις οὐ φήσας ἔλαιον ἔχειν ἐν τῇ ληκύθῳ προσῄτησεν αὐτόν, οὐκ ἔφη δώσειν˙ ἀπελθόντος [45410] μέντοι ἐκέλευσε σκέψασθαι ὁπότερος εἴη ἀναιδέστερος. Ἐρωτικῶς δὲ διακείμενος Χρεμωνίδου, παρακαθιζόντων αὐτοῦ τε καὶ Κλεάνθους, ἀνέστη˙ θαυμάζοντος δὲ τοῦ Κλεάνθους ἔφη˙ "Καὶ τῶν ἰατρῶν ἀκούω τῶν ἀγαθῶν, κράτιστον εἶναι φάρμακον πρὸς τὰ φλεγμαίνοντα ἡσυχίαν." [45415] Δυοῖν δ' ὑπανακειμένοιν ἐν πότῳ καὶ τοῦ ὑπ' αὐτὸν τὸν ὑφ' ἑαυτὸν σκιμαλίζοντος τῷ ποδί, αὐτὸς ἐκεῖνον τῷ γόνατι˙ ἐπιστραφέντος δέ, "Τί οὖν," ἔφη, "οἴει τὸν ὑποκάτω σου πάσχειν ὑπὸ σοῦ;"