[18] Περὶ οἴνου χρήσεως ἢ περὶ μέθης ἢ περὶ τοῦ Κύκλωπος,
Περὶ Κίρκης,
Περὶ Ἀμφιαράου,
Περὶ τοῦ Ὀδυσσέως καὶ Πηνελόπης καὶ περὶ τοῦ κυνός.

Τόμος δέκατος ἐν ᾧ

Ἡρακλῆς ἢ Μίδας,
Ἡρακλῆς ἢ περὶ φρονήσεως ἢ ἰσχύος,
Κῦρος ἢ ἐρώμενος,
Κῦρος ἢ κατάσκοποι,
Μενέξενος ἢ περὶ τοῦ ἄρχειν,
Ἀλκιβιάδης,
Ἀρχέλαος ἢ περὶ βασιλείας.

Καὶ ταῦτα μέν ἐστιν ἃ συνέγραψεν.

Ὧι Τίμων (Diels 37) διὰ τὸ πλῆθος ἐπιτιμῶν "παντοφυῆ φλέδονά" φησιν αὐτόν. ἐτελεύτησε δὲ ἀρρωστίᾳ˙ ὅτε καὶ Διογένης εἰσιὼν πρὸς αὐτὸν ἔφη, "μήτι χρεία φίλου;" καί ποτε παρ' αὐτὸν ξιφίδιον ἔχων εἰσῆλθε. τοῦ δ' εἰπόντος, "τίς ἂν ἀπολύσειέ με τῶν πόνων;" δείξας τὸ ξιφίδιον, ἔφη "τοῦτο"˙ καὶ ὅς, "τῶν πόνων," εἶπον, "οὐ τοῦ ζῆν."

[18] Περὶ οἴνου χρήσεως ἢ περὶ μέθης ἢ περὶ τοῦ Κύκλωπος.
Περὶ Κίρκης.
Περὶ Ἀμφιαράου.
Περὶ τοῦ Ὀδυσσέως καὶ Πηνελόπης καὶ περὶ τοῦ κυνός.

Τόμος δέκατος ἐν ᾧ

Ἡρακλῆς ἢ Μίδας.
Ἡρακλῆς ἢ περὶ φρονήσεως ἢ ἰσχύος.
Κῦρος ἢ ἐρώμενος.
Κῦρος ἢ κατάσκοποι.
Μενέξενος ἢ περὶ τοῦ ἄρχειν.
Ἀλκιβιάδης.
Ἀρχέλαος ἢ περὶ βασιλείας.

Καὶ ταῦτα μέν ἐστιν ἃ συνέγραψεν.

Ὧι Τίμων (Diels 37) διὰ τὸ πλῆθος ἐπιτιμῶν "παντοφυῆ φλέδονά" φησιν αὐτόν. ἐτελεύτησε δὲ ἀρρωστίᾳ˙ ὅτε καὶ Διογένης εἰσιὼν πρὸς αὐτὸν ἔφη, "μήτι χρεία φίλου;" καί ποτε παρ' αὐτὸν ξιφίδιον ἔχων εἰσῄει. τοῦ δ' εἰπόντος, "τίς ἂν ἀπολύσειέ με τῶν πόνων;" δείξας τὸ ξιφίδιον, ἔφη "τοῦτο"˙ καὶ ὅς, "τῶν πόνων," εἶπον, "οὐ τοῦ ζῆν."

[18] Περὶ οἴνου χρήσεως ἢ περὶ μέθης ἢ περὶ τοῦ Κύκλωπος,
[38615] Περὶ Κίρκης,
Περὶ Ἀμφιαράου,
Περὶ Ὀδυσσέως καὶ Πηνελόπης
Περὶ τοῦ κυνός.

Τόμος δέκατος ἐν ᾧ

[38620] Ἡρακλῆς ἢ Μίδας,
Ἡρακλῆς ἢ περὶ φρονήσεως καὶ ἰσχύος,
Κῦρος ἢ ἐρώμενος,
Κῦρος ἢ κατάσκοποι,
Μενέξενος ἢ περὶ τοῦ ἄρχειν,
[38625] Ἀλκιβιάδης,
Ἀρχέλαος ἢ περὶ βασιλείας.

[3871] Καὶ ταῦτα μέν ἐστιν ἃ συνέγραψεν.

Ὧι Τίμων (Diels 37) διὰ τὸ πλῆθος ἐπιτιμῶν "παντοφυῆ φλέδονά" φησιν αὐτόν. Ἐτελεύτησε δὲ ἀρρωστίᾳ˙ ὅτε καὶ Διογένης εἰσιὼν πρὸς αὐτὸν ἔφη˙ "Μήτι χρεία φίλου;" Καί [3875] ποτε παρ' αὐτὸν ξιφίδιον ἔχων εἰσῆλθε. Τοῦ δ' εἰπόντος, "Τίς ἂν ἀπολύσῃ με τῶν πόνων;" δείξας τὸ ξιφίδιον, ἔφη˙ "Τοῦτο"˙| καὶ ὅς, "Τῶν πόνων," ἔφη, "εἶπον, οὐ τοῦ ζῆν."