[2] τόν τε Ὅμηρον ἔφασκεν (DK 22 B 42) ἄξιον ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι, καὶ Ἀρχίλοχον ὁμοίως. Ἔλεγε (DK 22 B 43) δὲ καὶ "ὕβριν χρὴ σβεννύναι μᾶλλον ἢ πυρκαϊήν", καὶ (DK 22 B 44) "μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου [ὑπὲρ τοῦ γινομένου] ὅκως ὑπὲρ τείχεος."
καθάπτεται δὲ καὶ τῶν Ἐφεσίων ἐπὶ τῷ τὸν ἑταῖρον ἐκβαλεῖν Ἑρμόδωρον ἐν οἷς φησιν (DK 22 B 121), "ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀπάγξασθαι πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον 〈ἄνδρα〉 ἑωυτῶν ὀνήιστον ἐξέβαλον λέγοντες, Ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω˙ εἰ δέ τις τοιοῦτος, ἄλλῃ τε καὶ μετ' ἄλλων." ἀξιούμενος δὲ καὶ νόμους θεῖναι πρὸς αὐτῶν ὑπερεῖδε διὰ τὸ ἤδη κεκρατῆσθαι τῇ πονηρᾷ πολιτείᾳ τὴν πόλιν.

[2] τόν τε Ὅμηρον ἔφασκεν ἄξιον ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι, καὶ Ἀρχίλοχον ὁμοίως. Ἔλεγε δὲ καὶ "ὕβριν χρὴ σβεννύναι μᾶλλον ἢ πυρκαϊήν", καὶ "μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου ὅκωσπερ τείχεος." καθάπτεται δὲ καὶ τῶν Ἐφεσίων ἐπὶ τῷ τὸν ἑταῖρον ἐκβαλεῖν Ἑρμόδωρον ἐν οἷς φησιν, "ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀποθανεῖν πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον λέγοντες, Ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω˙ εἰ δέ τις τοιοῦτος, ἄλλῃ τε καὶ μετ' ἄλλων." ἀξιούμενος δὲ καὶ νόμους θεῖναι πρὸς αὐτῶν ὑπερεῖδε διὰ τὸ ἤδη κεκρατῆσθαι τῇ πονηρᾷ πολιτείᾳ τὴν πόλιν.

Τόν τε Ὅμηρον [6331] ἔφασκεν ἄξιον ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι, καὶ Ἀρχίλοχον ὁμοίως.
[
2] Ἔλεγε δὲ καὶ " Ὕβριν χρὴ σβεννύναι μᾶλλον ἢ πυρκαϊήν", καὶ˙ "Μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου [6335] [ὑπὲρ τοῦ γινομένου] ὅκωσπερ τείχεος." Καθάπτεται δὲ καὶ τῶν Ἐφεσίων ἐπὶ τῷ τὸν ἑταῖρον ἐκβαλεῖν Ἑρμόδωρον ἐν οἷς φησιν˙ " Ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀποθανεῖν πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον ἑωυτῶν ὀνήϊστον ἐξέβαλον λέγοντες˙ Ἡμέων [63310] μηδὲ εἷς ὀνήϊστος ἔστω˙ εἰ δέ τις τοιοῦτος, ἄλλῃ τε καὶ μετ' ἄλλων." Ἀξιούμενος δὲ καὶ νόμους θεῖναι πρὸς αὐτῶν ὑπερεῖδε διὰ τὸ ἤδη κεκρατῆσθαι τῇ πονηρᾷ πολιτείᾳ τὴν πόλιν.