ΣΩΚΡΑΤΗΣ

[18] Σωκράτης Σωφρονίσκου μὲν ἦν υἱὸς λιθουργοῦ καὶ Φαιναρέτης μαίας, ὡς καὶ Πλάτων ἐν Θεαιτήτῳ (149a) φησίν, Ἀθηναῖος, τῶν δήμων Ἀλωπεκῆθεν. ἐδόκει δὲ συμποιεῖν Εὐριπίδῃ˙ ὅθεν Μνησίλοχος οὕτω φησί (Kock I. 218)˙

Φρύγες ἐστὶ καινὸν δρᾶμα τοῦτ' Εὐριπίδου,
. . . ᾧ καὶ Σωκράτης
τὰ φρύγαν' ὑποτίθησι.

καὶ πάλιν (Kock I. 218), "Εὐριπίδας σωκρατογόμφους." καὶ Καλλίας Πεδήταις (Kock I. 696)˙

Α. Τί δὴ σὺ σεμνὴ καὶ φρονεῖς οὕτω μέγα;
Β. Ἔξεστι γάρ μοι˙ Σωκράτης γὰρ αἴτιος.

Ἀριστοφάνης Νεφέλαις (Kock I. 490)˙

Εὐριπίδῃ δ' ὁ τὰς τραγῳδίας ποιῶν
τὰς περιλαλούσας οὗτός ἐστι, τὰς σοφάς.

Κεφ. ε'. ΣΩΚΡΑΤΗΣ

[18] Σωκράτης Σωφρονίσκου μὲν ἦν υἱὸς λιθουργοῦ καὶ Φαιναρέτης μαίας, ὡς καὶ Πλάτων ἐν Θεαιτήτῳ φησίν, Ἀθηναῖος, τῶν δήμων Ἀλωπεκῆθεν. ἐδόκει δὲ συμποιεῖν Εὐριπίδῃ˙ ὅθεν Μνησίλοχος οὕτω φησί,

Φρύγες ἐστὶ καινὸν δρᾶμα τοῦτ' Εὐριπίδου,
. . . ᾧ καὶ Σωκράτης
τὰ φρύγαν' ὑποτίθησι.

καὶ πάλιν, "Εὐριπίδας σωκρατογόμφους." καὶ Καλλίας Πεδήταις˙

Α. Τί δὴ σὺ σεμνὴ καὶ φρονεῖς οὕτω μέγα;
Β. Ἔξεστι γάρ μοι˙ Σωκράτης γὰρ αἴτιος.

Ἀριστοφάνης Νεφέλαις˙

Εὐριπίδῃ δ' ὁ τὰς τραγῳδίας ποιῶν
τὰς περιλαλούσας οὗτός ἐστι, τὰς σοφάς.

ΣΩΚΡΑΤΗΣ

[18] [10316] Σωκράτης Σωφρονίσκου μὲν ἦν υἱὸς λιθουργοῦ καὶ Φαιναρέτης μαίας, ὡς καὶ Πλάτων ἐν Θεαιτήτῳ φησίν, Ἀθηναῖος, τῶν δήμων Ἀλωπεκῆθεν. Ἐδόκει δὲ συμποιεῖν Εὐριπίδῃ˙ ὅθεν Μνησίλοχος οὕτω φησί˙

[1041] Φρύγες ἐστὶ καινὸν δρᾶμα τοῦτ' Εὐριπίδῃ,
[ὧ̣] καὶ Σωκράτης τὰ φρύγαν' ὑποτίθησί〈ν οἱ〉.

Καὶ πάλιν˙ "Εὐριπίδης 〈ὁ〉 σωκρατογόμφος." Καὶ Καλλίας Πεδήταις˙

[1045] Τί δὴ σὺ σεμνὴ καὶ φρονεῖς οὕτω μέγα;
Ἔξεστι γάρ μοι˙ Σωκράτης γὰρ αἴτιος.

Ἀριστοφάνης Νεφέλαις˙

Εὐριπίδῃ δ' ὁ τὰς τραγῳδίας ποιῶν
τὰς περιλαλούσας οὗτός ἐστι, τὰς σοφάς.