[19] Ἀκούσας δὲ Ἀναξαγόρου κατά τινας, ἀλλὰ καὶ Δάμωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς (FGrH 273 F 86), μετὰ τὴν ἐκείνου καταδίκην διήκουσεν Ἀρχελάου τοῦ φυσικοῦ˙ οὗ καὶ παιδικὰ γενέσθαι φησὶν Ἀριστόξενος (Wehrli II, fg. 52a). Δοῦρις (FGrH 76 F 78) δὲ καὶ δουλεῦσαι αὐτὸν καὶ ἐργάσασθαι λίθους˙ εἶναί τε αὐτοῦ καὶ τὰς ἐν ἀκροπόλει Χάριτας ἔνιοί φασιν, ἐνδεδυμένας οὔσας. ὅθεν καὶ Τίμωνα ἐν τοῖς Σίλλοις (Diels 25) εἰπεῖν˙

ἐκ δ' ἄρα τῶν ἀπέκλινεν ὁ λαξόος, ἐννομολέσχης,
Ἑλλήνων ἐπαοιδός, ἀκριβολόγους ἀποφήνας,
μυκτὴρ ῥητορόμυκτος, ὑπαττικὸς εἰρωνευτής.

ἦν γὰρ καὶ ἐν τοῖς ῥητορικοῖς δεινός, ὥς φησι καὶ Ἰδομενεύς (FGrH 338 F 16)˙ ἀλλὰ καὶ οἱ τριάκοντα αὐτὸν ἐκώλυσαν τέχνας διδάσκειν λόγων, ὥς φησι Ξενοφῶν (Mem. I. II. 31).

[19] Ἀκούσας δὲ Ἀναξαγόρου κατά τινας, ἀλλὰ καὶ Δάμωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μετὰ τὴν ἐκείνου καταδίκην διήκουσεν Ἀρχελάου τοῦ φυσικοῦ˙ οὗ καὶ παιδικὰ γενέσθαι φησὶν Ἀριστόξενος. Δοῦρις δὲ καὶ δουλεῦσαι αὐτὸν καὶ ἐργάσασθαι λίθους˙ εἶναί τε αὐτοῦ καὶ τὰς ἐν ἀκροπόλει Χάριτας ἔνιοί φασιν, ἐνδεδυμένας οὔσας. ὅθεν καὶ Τίμωνα ἐν τοῖς Σίλλοις εἰπεῖν˙

ἐκ δ' ἄρα τῶν ἀπέκλινεν ὁ λαξόος, ἐννομολέσχης,
Ἑλλήνων ἐπαοιδός, ἀκριβολόγους ἀποφήνας,
μυκτὴρ ῥητορόμυκτος, ὑπαττικὸς εἰρωνευτής.

ἦν γὰρ καὶ ἐν τοῖς ῥητορικοῖς δεινός, ὥς φησι καὶ Ἰδομενεύς˙ ἀλλὰ καὶ οἱ τριάκοντα αὐτὸν ἐκώλυσαν τέχνας διδάσκειν λόγων, ὥς φησι Ξενοφῶν.

[19] [10410] Ἀκούσας δὲ Ἀναξαγόρου κατά τινας, ἀλλὰ καὶ Δάμωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μετὰ τὴν ἐκείνου καταδίκην διήκουσεν Ἀρχελάου τοῦ φυσικοῦ˙ οὗ καὶ παιδικὰ γενέσθαι φησὶν Ἀριστόξενος. Δοῦρις δὲ καὶ δουλεῦσαι [1051] αὐτὸν καὶ ἐργάσασθαι λίθους˙ εἶναί τε αὐτοῦ καὶ τὰς ἐν ἀκροπόλει Χάριτας ἔνιοί φασιν, ἐνδεδυμένας οὔσας. Ὅθεν καὶ Τίμωνα ἐν τοῖς Σίλλοις εἰπεῖν˙

Ἐκ δ' ἄρα τῶν ἀπέκλινεν 〈ὁ〉 λαξόος, ἐννομολέσχης,
[1055] Ἑλλήνων ἐπαοιδός, ἀκριβολόγους ἀποφήνας,
μυκτὴρ ῥητορόμυκτος, ὑπαττικὸς εἰρωνευτής.

Ἦν γὰρ καὶ ἐν τοῖς ῥητορικοῖς δεινός, ὥς φησι καὶ Ἰδομενεύς˙ ἀλλὰ καὶ οἱ τριάκοντα αὐτὸν ἐκώλυσαν τέχνας διδάσκειν λόγων, ὥς φησι Ξενοφῶν.