[19] Πρὸς δὲ τὸν ὀψοφάγον μηδὲν τοῖς συμβιωταῖς καταλιπόντα, παρατεθέντος ποτὲ μεγάλου ἰχθύος, ἄρας οἷός τ' ἦν κατεσθίειν˙ ἐμβλέψαντι δέ, "τί οὖν," ἔφη, "τοὺς συμβιωτὰς οἴει πάσχειν καθ' ἡμέραν, εἰ σὺ μὴ δύνασαι ἐνεγκεῖν τὴν ἐμὴν ὀψοφαγίαν;" μειρακίου δὲ περιεργότερον παρὰ τὴν ἡλικίαν ἐρωτῶντος ζήτημά τι, προσήγαγε πρὸς κάτοπτρον καὶ ἐκέλευσεν ἐμβλέψαι˙ ἔπειτ' ἠρώτησεν εἰ δοκεῖ αὐτῷ ἁρμόττοντα εἶναι ὄψει τοιαύτῃ τοιαῦτα ζητήματα. πρὸς δὲ τὸν φάσκοντα ὡς τὰ πολλὰ αὐτῷ Ἀντισθένης οὐκ ἀρέσκοι, χρείαν Σοφοκλέους προενεγκάμενος ἠρώτησεν εἴ τινα καὶ καλὰ ἔχειν αὐτῷ δοκεῖ˙ τοῦ δ' οὐκ εἰδέναι φήσαντος, "εἶτ' οὐκ αἰσχύνῃ," ἔφη, "εἰ μέν τι κακὸν ἦν εἰρημένον ὑπ' Ἀντισθένους, τοῦτ' ἐκλεγόμενος καὶ μνημονεύων, εἰ δέ τι καλόν, οὐδ' ἐπιβαλλόμενος κατέχειν;" [19] Πρὸς δὲ τὸν ὀψοφάγον μηδὲν τοῖς συμβιωταῖς καταλιπόντα, παρατεθέντος ποτὲ μεγάλου ἰχθύος, ἄρας οἷός ἦν κατεσθίειν˙ ἐμβλέψαντι δέ, "τί οὖν," ἔφη, "τοὺς συμβιωτὰς οἴει πάσχειν καθ' ἡμέραν, εἰ σὺ μίαν μὴ δύνασαι ἐνεγκεῖν τὴν ἐμὴν ὀψοφαγίαν;" μειρακίου δὲ περιεργότερον παρὰ τὴν ἡλικίαν ἐρωτῶντος ζήτημά τι, προσήγαγε πρὸς κάτοπτρον καὶ ἐκέλευσεν ἐμβλέψαι˙ ἔπειτ' ἠρώτησεν εἰ δοκεῖ αὐτῷ ἁρμόττοντα εἶναι 〈τῆ̣〉 ὄψει τοιαύτῃ ζητήματα. πρὸς δὲ τὸν φάσκοντα ὡς τὰ πολλὰ αὐτῷ Ἀντισθένης οὐκ ἀρέσκοι, χρείαν Σοφοκλέους προενεγκάμενος ἠρώτησεν εἴ τινα καὶ καλὰ ἔχειν αὐτῷ δοκεῖ˙ τοῦ δ' οὐκ εἰδέναι φήσαντος, "εἶτ' οὐκ αἰσχύνῃ," ἔφη, "εἰ μέν τι κακὸν ἦν εἰρημένον [ὑπ' Ἀντισθένους], τοῦτ' ἐκλεγόμενος καὶ μνημονεύων, εἰ δέ τι καλόν, οὐδ' ἐπιβαλλόμενος κατέχειν;" [19] Πρὸς δὲ τὸν ὀψοφάγον μηδὲν τοῖς συμβιωταῖς καταλιπόντα, [45515] παρατεθέντος ποτὲ μεγάλου ἰχθύος, ἄρας 〈ὅλον〉 οἷός τ' ἦν κατεσθίειν˙ ἐμβλέψαντι δέ, "Τί οὖν," ἔφη, "τοὺς συμβιωτὰς οἴει πάσχειν καθ' ἡμέραν, εἰ σὺ 〈μίαν〉 μὴ δύνασαι [4561] ἐνεγκεῖν τὴν ἐμὴν ὀψοφαγίαν;" Μειρακίου δὲ περιεργότερον παρὰ τὴν ἡλικίαν ἐρωτῶντος ζήτημά τι, προσήγαγε πρὸς κάτοπτρον καὶ ἐκέλευσεν ἐμβλέψαι˙ ἔπειτ' ἠρώτησεν εἰ δοκεῖ αὐτῷ ἁρμόττοντα εἶναι ὄψει τοιαύτῃ [4565] τοιαῦτα ζητήματα. Πρὸς δὲ τὸν φάσκοντα ὡς τὰ πολλὰ αὐτῷ Ἀντισθένης οὐκ ἀρέσκοι, χρείαν Σοφοκλέους προενεγκάμενος ἠρώτησεν εἴ τινα καὶ καλὰ ἔχειν αὐτῷ δοκεῖ˙ τοῦ δ' οὐκ εἰδέναι φήσαντος, "Εἶτ' οὐκ αἰσχύνῃ," ἔφη, "εἰ μέν τι κακὸν ἦν εἰρημένον ὑπ' Ἀντισθένους, τοῦτ' ἐκλεγόμενος [45610] καὶ μνημονεύων, εἰ δέ τι καλόν, οὐδ' ἐπιβαλλόμενος κατέχειν;"