C. IMITATION
22 C 1. HIPPOCRATES de victu I 5-24. [VI 476 ff. Littré]
(5) χωρεῖ δὲ πάντα καὶ θεῖα καὶ ἀνθρώπινα ἄνω καὶ κάτω ἀμειβόμενα˙ ἡμέρη καὶ εὐφρόνη ἐπὶ τὸ μήκιστον καὶ ἐλάχιστον˙ ὡς σελήνη τὸ μήκιστον καὶ ἐλάχιστον,
[I 182. 15 App.] πυρὸς ἔφοδος καὶ ὕδατος, <οὕτως> ἥλιος ἐπὶ τὸ μακρότατον καὶ βραχύτατον. [I 183. 1 App.] πάντα ταὐτὰ καὶ οὐ τὰ αὐτά˙ φάος Ζηνὶ, σκότος Ἀίδηι, φάος Ἀίδηι, σκότος Ζηνὶ˙ φοιτᾶι κεῖνα ὧδε καὶ τάδε κεῖσε, πᾶσαν ὥρην, πᾶσαν χώρην, διαπρησσόμενα κεῖνά τε τὰ τῶνδε τὰδε τ'αὖ τὰ κείνων. καί τὰ μὲν πρήσσουσιν, οὐκ οἴδασιν, ἃ δὲ οὐ πρήσσουσι, δοκέουσιν εἰδέναι˙ καί τὰ μὲν ὁρέουσιν, οὐ γινώσκουσιν, [I 183. 5 App.] ἀλλ' ὅμως αὐτοῖσι πάντα γίνεται δι' ἀνάγκην θείην καὶ ἃ βούλονται καὶ ἃ μὴ βούλονται. φοιτώντων τε ἐκείνων ὧδε τῶνδέ τε κεῖσε συμμισγομένων πρὸς ἄλληλα, τὴν πεπρωμένην μοίραν ἕκαστον ἐκπληροῖ καὶ ἐπὶ τὸ μέζον καὶ ἐπὶ τὸ μεῖον. φθορὴ δὲ πᾶσιν ἀπ' ἀλλήλων, τῶι μέζονι ἀπὸ τοῦ μείονος καὶ τῶι μείονι ἀπὸ τοῦ μέζονος, αὔξη τε τῶι μέζονι ἀπὸ τοῦ ἐλάσσονος καὶ τῶι ἔλασσονι ἀπὸ [I 183. 10 App.] τοῦ μέζονος.
(6) τὰ δ' ἄλλα πάντα, καὶ ψυχὴ ἀνθρώπου, καὶ σῶμα ὁμοίως, ἡ ψυχὴ διακοσμεῖται. ἐσέρπει δὲ ἐς ἄνθρωπον μέρεα μερέων, ὅλα ὅλων, ἔχοντα σύγκρησιν πυρὸς καὶ ὕδατος, τὰ μὲν ληψόμενα, τὰ δὲ δώσοντα˙ καὶ τὰ μὲν λαμβάνοντα μεῖον ποιέει, τὰ δὲ διδόντα πλέον. πρίουσιν ἄνθρωποι ξύλον· ὁ μὲν ἕλκει, ὁ δὲ ὠθεῖ, τὸ
[I 183. 15 App.] δὲ αὐτὸ τοῦτο ποιοῦσι· μεῖον δὲ ποιοῦντες πλεῖον ποιοῦσι. τοιοῦτον φύσις ἀνθρώπου· τὸ μὲν ὠθεῖ, τὸ δὲ ἕλκει˙ τὸ μὲν δίδωσι, τὸ δὲ λαμβάνει˙ καὶ τῶι μὲν δίδωσι, τοσούτωι πλέον, τοῦ δὲ λαμβάνει, τοσούτωι μεῖον. χώρην δὲ ἕκαστον φυλάσσει τὴν ἑωυτοῦ, καὶ τὰ μὲν ἐπὶ τὸ μεῖον ἰόντα διακρίνεται ἐς τὴν ἐλάσσονα χώρην, τὰ δὲ ἐπὶ τὸ μέζον πορευόμενα συμμισγόμενα ἐξαλλάσσει ἐς τὴν μέζω τάξιν. τὰ δὲ [I 183. 20 App.] ξεῖνα καὶ μὴ ὁμότροπα ὠθεῖται ἐκ χώρης ἀλλοτρίης.
ἑκάστη δὲ ψυχὴ μέζω καὶ ἐλάσσω ἔχουσα περιφοιτᾶι τὰ μόρια τὰ ἑωυτῆς, 〈αὐτὴ δὲ〉 οὔτε προσθέσιος οὐτὲ ἀφαιρέσιος δεομένη τῶν μερέων, κατὰ δὲ αὔξησιν τῶν ὑπαρχόντων καὶ μείωσιν δεομένη χώρης ἕκαστα διαπρήσσεται, ἐς ἥντιν' ἂν έ́λθηι, καὶ δέχεται τὰ προσπίπτοντα. οὐ γὰρ δύναται τὸ μὴ ὁμότροπον ἐν τοῖσιν
[I 183. 25 App.] ἀσυμφόροισι χωρίοισιν ἐμμένειν˙ πλανᾶται μὲν γὰρ ἀγνώμονα, συγγνώμονα δὲ ἀλλήλοισι γινώσκει πρὸς ὃ προσίζει˙ προσίζει γὰρ τὸ σύμφορον τῶι συμφόρωι, τὸ δὲ ἀσύμφορον πολεμεῖ καὶ μάχεται καὶ διαλλάσσει ἀπ' ἀλλήλων. διὰ τοῦτο ἀνθρώπου ψυχὴ ἐν ἀνθρώπωι αὔξεται, ἐν ἄλλωι δὲ οὐδενί˙ καὶ τῶν ἄλλων ζώιων τῶν μεγάλων ὡσαύτως ὅσα διαλλάσσει ἀπ' ἄλλήλων, ὑπὸ βίης ἀποκρίνεται.
[I 183. 30 App.] (7) περὶ μὲν οὖν τῶν ἄλλων ζώιων ἐάσω, περὶ δὲ ἀνθρώπου δηλώσω. ἐσέρπει δὲ ἐς ἄνθρωπον ψυχή πυρὸς καὶ ὕδατος σύγκρησιν ἔχουσα, μοῖραν δὲ σώματος [I 184. 1 App.] ἀνθρώπου. (ταῦτα δὲ καὶ θήλεα καὶ ἄρσενα καὶ πολλὰ καὶ παντοῖα τρέφεταί τε καὶ αὔξεται διαίτηι τῆιπερ ἄνθρωπος.) ἀνάγκη δὲ τὰ μέρεα ἔχειν πάντα τὰ ἐσιόντα˙ οὗτινος γὰρ μὴ ἐνείη μοίρα ἐξ ἀρχῆς, οὐκ ἂν αὐξηθείη οὔτε πουλλῆς ἐπιούσης οὔτε ὀλίγης· οὐ γὰρ ἔχει τὸ προσαυξόμενον. ἔχον δὲ πάντα αὔξεται ἐν χώρηι [I 184. 5 App.] τῆι ἑωυτοῦ ἕκαστον, τροφῆς ἐπιούσης ἀπὸ ὕδατος ξηροῦ καὶ πυρὸς ὑγροῦ, καὶ τὰ μὲν ἔσω βιαζομένης, τὰ δὲ ἔξω. ὥσπερ οἱ τέκτονες τὸ ξύλον πρίουσιν˙ ὁ μὲν ἕλκει, ὁ δὲ ὠθεῖ, τωὐτὸ ποιοῦντες. κάτω δ' ὁ πιεζόντων ἄνω ἕρπει· οὐ γὰρ ἂν ἂν παρὰ <καιρὸν> δέχοιτο κάτω ἰέναι˙ ἢν δὲ βιάζηται, παντὸς ἁμαρτήσεται˙ τοιοῦτον τροφὴ ἀνθρώπου˙ τὸ μὲν ἕλκει, τὸ δὲ ὠθ́εῖ· ἔσω δὲ βιαζόμενου ἔξω ἕρπει˙ ἢν δὲ [I 184. 10 App.] βιῆται παρὰ καιρὸν, παντὸς ἀποτεύξεται.
(8) χρόνον δὲ τοσοῦτον ἕκαστον τὴν αὐτὴν τάξιν ἔχει, ἄχρι μηκέτι δέχηται ἡ χώρη τμηδὲ ροφὴ ἱκανὴν ἔχηι ἐς τὸ μήκιστον τῶν δυνατῶν. ἔπειτεν ἀμείβει ἐς τὴν μέζονα χώρην, θήλεα καὶ ἄρσενα, τὸν αὐτὸν τρόπον ὑπὸ βίης καὶ ἀνάγκης διωκόμενα˙ ὁκοτερα δ' ἂν πρότερον ἐμπλήσηι τὴν πεπρωμένην μοῖραν, ταῦτα διακρίνεται
[I 184. 15 App.] πρῶτα, ἅμα δὲ καὶ συμμίσγεται˙ ἕκαστον μὲν γὰρ διακρίνεται πρῶτα, ἅμα δὲ καὶ συμμίσγεται. χώρην δὲ ἀμείψαντα καὶ τυχόντα ἁρμονίης ὀρθῆς ἐχούσης συμφωνίας τρεῖς, συλλαβήν, δι'εξεῶν, διὰ πασέων, ζώει καὶ αὔξεται τοῖσιν αὐτοῖσιν οἷσίπερ καὶ πρόσθεν. ἢν δὲ μὴ τύχηι τῆς ἁρμονίης μηδὲ σύμφωνα τὰ βαρέα τοῖσιν ὀξέσι γένηται ἐν τῆι πρώτηι συμφωνίηι ἢ δευτέρηι ἢ τῆι διὰ [I 184. 20 App.] παντὸς, ἑνὸς ἀπογενομένου πᾶς ὁ τόνος μάταιος˙ οὐ γὰρ ἂν προσαείσαι· ἀλλ' ἀμείβει ἐκ τοῦ μέζονος ἐς τὸ μεῖον πρὸ μοίρης˙ διότι οὐ γινώσκουσιν, ὅτι ποιοῦσιν.
(9) ἀρσένων μὲν οὖν καὶ θηλέων διότι ἑκάτερα γίνεται, προϊόντι τῶι λόγωι δηλώσω (nämlich c. 27ff.). τούτων δὲ ὁπότερον ἂν τύχηι ἐλθὸν καὶ τύχηι τῆς ἁρμονίης, ὑγρὸν ἐὸν κινεῖται ὑπὸ τοῦ πυρός, κινεόμενον δὲ ζωπυρεῖται καὶ προσάγεται
[I 184. 25 App.] τὴν τροφὴν ἀπὸ τῶν ἐσιόντων ἐς τὴν γυναῖκα σίτων καὶ πνεύματος˙ τὰ μὲν πρῶτα πάντη ὁμοίως, ἕως ἔτι ἀραιόν ἐστιν, ὑπὸ δὲ τῆς κινήσιος καὶ τοῦ πυρὸς ξηραίνεται καὶ στερεοῦται˙ στερεούμενον δὲ πυκνοῦται πέριξ καὶ τὸ πῦρ ἐγκατακλειόμενον οὐκέτι τὴν τροφὴν ἱκανὴν ἔχει ἐπάγεσθαι οὐδὲ τὸ πνεῦμα ἐξωθεῖ διὰ τὴν πυκνότητα τοῦ περιέχοντος˙ ἀναλίσκει οὖν τὸ ὑπάρχον ὑγρὸν ἔσω. τὰ μὲν οὖν [I 184. 30 App.] στερεὰ τὴν φύσιν ἐν τῶι συνεστηκότι καὶ ξηρὰ οὐ καταναλίσκεται τῶι πυρὶ ἐς τὴν τροφήν, ἀλλ' ἐγκρατέα γίνεται καὶ συνίσταται τοῦ ὑγροῦ ἐκλείποντος, ἅπερ ὀστέα καὶ νεῦρα ἐπονομάζεται. τὸ δὲ πῦρ ἐκ τοῦ συμμιγέντος κινευμένου τοῦ ὑγροῦ διακοσμεῖται τὸ σῶμα κατὰ φύσιν διὰ τοιήνδε ἀνάγκην˙ διὰ μὲν τῶν στερεῶν καὶ ξηρῶν οὐ δύναται τὰς διεξόδους χρονίας ποιεῖσθαι, διότι οὐκ ἔχει τροφήν, διὰ [I 184. 35 App.] δὲ τῶν ὑγρῶν καὶ μαλακῶν δύναται˙ ταῦτα γάρ ἐστιν αὐτῶι τροφή˙ ἔνι δὲ καὶ ἐν [I 185. 1 App.] τούτοισι ξηρότης οὐ καταναλισκομένη ὑπὸ τοῦ πυρός˙ ταῦτα δὲ συνίσταται πρὸς ἄλληλα. τὸ μὲν οὖν ἐσωτάτω καταφραχθὲν πῦρ καὶ πλεῖστόν ἐστι καὶ μεγίστην τὴν διέξοδον ἐποιήσατο. πλεῖστον γὰρ τὸ ὑγρὸν ἐνταῦθ' ἐνῆν, ὅπη κοιλίη καλεῖται· καὶ ἐξέπεσεν ἐντεῦθεν, ἐπεὶ οὐκ εἶχε τροφὴν ἔξω, καὶ ἐποιήσατο τοῦ πνεύματος [I 185. 5 App.] διεξόδους καὶ τροφῆς ἐπαγωγὴν καὶ διάπεμψιν˙ τὸ δὲ ἀποκλεισθὲν ἐς 〈τὸ〉 ἄλλο σῶμα περιόδους ἐποιήσατο τρισσὰς· ὅπερ ἦν ὑγρότατον τοῦ πυρὸς, ἐν τούτοισι τοῖσι χωρίοισιν, αἵτινες φλέβες καλέονται κοῖλαι 〈* * *〉, ἐς δὲ τὰ μέσα τούτων τὸ ὑπολειπόμενον τοῦ ὕδατος ξυνιστάμενον πήγνυται, ὅπερ καλεῖται σάρκες.
(10) ἑνὶ δὲ λόγωι πάντα διεκοσμήσατο κατὰ τρόπν αὐτὸ ἑωυτῶι τὰ ἐν τῶι
[I 185. 10 App.] σώματι τὸ πῦρ, ἀπομίμησιν τοῦ ὅλου, μικρὰ πρὸς μεγάλα καὶ μεγάλα πρὸς μικρά˙ κοιλίην μὲν τὴν μεγίστην ὕδατι ξηρῶι καὶ ὑγρῶι ταμεῖον δοῦναι πᾶσι καὶ λαβεῖν παρὰ πάντων, θαλάσσης δύναμιν, ζώιων συμφόρων τροφὸν, ἀσυμφόρων δὲ φθόρον. περὶ δὲ ταύτην ὕδατος ψυχροῦ καὶ ὑγροῦ σύστασιν, διέξοδον πνεύματος ψυχροῦ καὶ θερμοῦ, ἀπομίμησιν γῆς τὰ ἐπεισπίπτοντα πάντα ἀλλοιούσης˙ καὶ τὰ [I 185. 15 App.] 〈μὲν〉 ἀναλίσκον, τὰ δὲ καὶ αὖξον σκέδασιν ὕδατος λεπτοῦ καὶ πυρὸς ἐποιήσατο ἠερίου, ἀφανέος καὶ φανεροῦ, ἀπὸ τοῦ συνεστηκότος ἀπόκρισιν, ἐν ὧ̂̂ι φερόμενα ἐς τὸ φανερὸν ἀφικνεῖται ἕκαστον μοίρηι πεπρωμένηι. ἐν δὲ τούτωι ἐποιήσατο 〈τὸ〉 πῦρ περιόδους τρισσὰς, περαινούσας πρὸς ἀλλήλας καὶ ἔσω καὶ ἔξω˙ αἱ μὲν πρὸς τὰ κοῖλα τῶν ὑγρῶν, σελήνης δύναμιν, αἱ δὲ 〈ὡς〉 πρὸς τὴν ἔξω περιφορὴν πρὸς [I 185. 20 App.] τὸν περιέχοντα πάγον, ἄστρων δύναμιν, αἱ δὲ μέσαι καὶ ἔσω καὶ ἔξω περαίνουσαι 〈πρὸς τὰς ἑτέρας, ἡλίου δύναμιν〉, τὸ θερμότατον καὶ ἰσχυρότατον πῦρ, ὅπερ πάντων κρατεῖ, διέπον ἕκαστα κατὰ φύσιν, ἄιθικτον καὶ ὄψει καὶ ψαύσει. ἐν τούτωι ψυχὴ, νοὸς, φρόνησις, κίνησις, αὔξησις, μείωσις, διάλλαξις, ὕπνος, ἔγερσις˙ τοῦτο πάντα διὰ παντὸς κυβερνᾶι καὶ τάδε καὶ ἐκεῖνα, οὐδέποτε ἀτρεμίζον.
[I 185. 25 App.] (11) οἱ δὲ ἄνθρωποι ἐκ τῶν φανερῶν τὰ ἀφανέα σκέπτεσθαι οὐκ ἐπίστανται. τέχνηισι γὰρ χρεόμενοι ὁμοίηισιν ἀνθρωπίνηι φύσει οὐ γινώσκουσιν. θεῶν γὰρ νόος ἐδίδαξε μιμεῖσθαι τὰ ἑωυτῶν, γινώσκοντας ἃ ποιοῦσι καὶ οὐ γινώσκοντας ἃ μιμέονται˙ πάντα γὰρ ὅμοια ἀνόμοια ἐόντα, καὶ σύμφορα πάντα διάφορα ἐόντα, διαλεγόμενα οὐ διαλεγόμενα, γνώμην ἔχοντα ἀγνώμονα, ὑπεναντίος ὁ τρόπος [I 185. 30] ἑκάστων ὁμολογεόμενος˙ νόμος γὰρ καὶ φύσις, οἷσι πάντα διαπρησσόμεθα, οὐχ ὁμολογεῖται ὁμολογεόμενα. νόμον μὲν ἄνθρωποι ἔθεσαν αὐτοὶ ἑωυτοῖσιν, οὐ γινώσκοντες [I 186. 1 App.] περὶ ὧν ἔθεσαν, φύσιν δὲ πάντων θεοὶ διεκόσμησαν. τὰ μὲν οὖν ἄνθρωποι διέθεσαν, οὐδέκοτε κατὰ τωὐτὸ ἔχει οὔτε ὀρθῶς οὔτε μὴ ὀρθῶς˙ ὅσα δὲ θεοὶ διέθεσαν, ἀεὶ ὀρθῶς ἔχει καὶ τὰ ὀρθὰ καὶ τὰ μὴ ὀρθὰ· τοσοῦτον διαφέρει.
(12) ἐγὼ δὲ δηλώσω τέχνας φανερὰς ἀνθρώπου παθήμασιν ὁμοίας ἐούσας καὶ
[I 186. 5 App.] φανεροῖσι καὶ ἀφανέσι. μαντικὴ τοιόνδε˙ τοῖσι μὲν φανεροῖσι τὰ ἀφανέα γινώσκει, καὶ τοῖσιν ἀφανέσι τὰ φανερὰ, καὶ τοῖσιν ἐοῦσι τὰ μέλλοντα καὶ τοῖσιν ἀποθανοῦσι τὰ ζῶντα, καὶ τοῖς ἀσυνέτοισι συνιᾶσιν ὁ μὲν εἰδὼς ἀεὶ ὀρθῶς ὁ δὲ μὴ εἰδὼς ἄλλοτε ἄλλως. φύσιν ἀνθρώπου καὶ βίον ταῦτα μιμεῖται˙ ἀνὴρ γυναικὶ συγγενόμενος παιδίον ἐποίησε˙ τῶι φανερῶι τὸ ἄδηλον γινώσκει, ὅτι 〈συνέλαβεν〉˙ οὕτως [I 186. 10 App.] ἔσται γνώμη ἀνθρώπου ἀφανὴς γινώσκουσα τὰ φανερά. ἐκ παιδὸς ἐς ἄνδρα μεθίσταται˙ τῶι ἐόντι τὸ μέλλον γινώσκει. οὐχ ὅμοιον ἀποθανὼν ζώοντι˙ τῶι τεθνηκότι οἶδεν τὸ ζῶον. ἀσύνετον γαστήρ. ταύτηι συνίεμεν ὅτι διψῆι ἢ πεινῆι. ταῦτα μαντικῆς τέχνης καὶ φύσιος ἀνθρωπίνης παθήματα˙ τοῖσι μὲν γινώσκουσιν ἀεὶ ὀρθῶς, τοῖσι δὲ μὴ γινώσκουσιν [ἀεὶ] ἄλλοτε ἄλλως.
(13)
[I 186. 15 App.] [σιδήρου ὄργανα] τέχνηισι τὸν σίδηρον περι τήκουσι, πνεύματι ἀναγκάζοντες τὸ πῦρ, τὴν ὑπάρχουσαν τροφὴν ἀφαιρέονται, ἀραιὸν δὲ ποιήσαντες παίουσι καὶ συνελαύνουσιν, ὕδατος δὲ ἄλλου τροφῆι ἰσχυρὸν γίνεται. τἀυτὰ πάσχει ἄνθρωπος ὑπὸ παιδοτρίβου. τὴν ὑπάρχουσαν τροφὴν πυρὶ ἀφαιρεῖται, ὑπὸ πνεύματος ἀναγκαζόμενον. ἀραιούμενος δὲ κόπτεται, τρίβεται, καθαίρεται, [I 186. 20 App.] ὑδάτων δὲ ὑπαγωγῆι ἄλλοθεν ἰσχυρὸς γίνεται.
(14) καὶ οἱ γναφέες τωὐτὸ διαπρήσσονται˙ λακτίζουσι, κόπτουσιν, ἕλκουσι˙ λυμαινόμενοι ἰσχυρότερα (?) ποιοῦσι˙ κείροντες τὰ ὑπερέχοντα, καὶ παραπέκοντες καλλίω ποιοῦσι˙ ταῦτα πάσχει ὥνθρωπος.
(15) σκυτέες τὰ ὅλα καὶ τὰ μέρεα διαιρέουσι καὶ τὰ μέρεα ὅλα ποιοῦσι, τέμνοντες
[I 186. 25 App.] δὲ καὶ κεντέοντες τὰ σαθρὰ ὑγιέα ποιοῦσιν. καὶ ἄνθρωπος δὲ ταὐτὰ πάσχει. ἐκ τῶν ὅλων μέρεα διαιρεῖται καὶ ἐκ τῶν ὅλων μέρεα διαιρεῖται καὶ ἐκ τῶν μερέων συντιθεμένων ὅλα γίνεται. κεντεόμενοι δὲ καὶ τεμνόμενοι τὰ σαθρὰ ὑπὸ τῶν ἰητρῶν ὑγιαζονται. καὶ τόδε ἰητρικῆς˙ τὸ λυπέον ἀπαλλάσσειν καὶ ὑφ' οὗ πονεῖ ἀφαιρέοντα ὑγιέα ποιεῖν. ἡ φύσις αὐτομάτη ταῦτα ἐπίσταται˙ καθήμενος πονεῖ ἀναστῆναι, κινεύμενος πονεῖ ἀναπαύσασθαι. καὶ ἄλλα [I 186. 30 App.] τὰ τοιαῦτα ἔχει ἡ φύσις ἰητρικῆς.
(16) τέκτονες πρίοντες ὁ μὲν ὠθεῖ, ὁ δὲ ἕλκει˙ τωὐτὸ ποιοῦντες ἀμφοτέρως [φέρε˙ τρυπῶσιν ὁ μὲν ἕλκει ὁ δὲ ὠθεῖ] πιεζόντων ἄνω ἕρπει, τὸ δὲ κάτω˙ μείω ποιοῦντες
[I 187. 1 App.] πλείω ποιοῦσι. φύσιν ἀνθρώπου μιμέονται˙ τὸ πνεῦμα μὲν ἕλκει τὸ δὲ ὠθέει τωὐτὸ ποιεῖ ἀμφοτέρως˙ τὰ μὲν κάτω πιέζεται, τὰ δὲ ἄνω ἕρπει. ἀπὸ μιῆς ψυχῆς διαιρεομένης πλείους καὶ μείους καὶ μέζονες καὶ ἐλάσσονες.
(17) οἰκοδόμοι ἐκ διαφόρων σύμφορα ἐργάζονται˙ τὰ μὲν ξηρὰ ὑγραίνοντες
[I 187. 5 App.] τὰ δὲ ὑγρὰ ξηραίνοντες, τὰ μὲν ὅλα διαιρέοντες, τὰ δὲ διηιρημένα συντιθέντες. μὴ οὕτω δὲ ἐχόντων οὐκ ἂν ἔχοι ἧι δεῖ. δίαιταν ἀνθρώπου μιμέονται· τὰ μὲν ξηρὰ ὑγραίνοντες, τὰ δὲ ὑγρὰ ξηραίνοντες· τὰ μὲν ὅλα διαιρέουσι, τὰ δὲ διηιρημένα συντιθέασι· ταῦτα πάντα διάφορα ἐόντα συμφέρει.
(18) [μουσικῆς ὄργανον ὑπάρξαι δεῖ πρῶτον ἐν ὧι δηλώσει ἃ βούλεται.] ἁρμονίης
[I 187. 10 App.] συντάξιες ἐκ τῶν αὐτῶν οὐχ αἱ αὐταὶ, ἐκ τοῦ ὀξέος ἐκ τοῦ βαρέος, ὀνόματι μὲν ὁμοίων, φθόγγωι δὲ οὐχ ὁμοίων. τὰ πλεῖστον διάφορα μάλιστα συμφέρει, καὶ τὰ ἐλάχιστον διάφορα ἥκιστα συμφέρει. εἰ δὲ ὅμοια πάντα ποιήσειέ τις, οὐκ ἔτι έρψις. αἱ πλεῖσται μεταβολαὶ καὶ πολυειδέσταται μάλιστα τέρπουσιν. μάγειροι ὄψα σκευάζουσιν ἀνθρώποισι, διαφόρων συμφόρων παντοδαπὰ συγκρίνοντες, [I 187. 15 App.] ἐκ τῶν αὐτῶν οὐ ταὐτὰ, βρῶσιν καὶ πόσιν ἀνθρώπωι˙ εἰ δὲ πάντα ὅμοια ποιήσειεν, οὐκ ἔχει τέρψιν˙ οὐδ' εἰ ἐν τῶι αὐτῶι πάντα συντάξειεν, οὐκ ἂν ἔχοι ὀρθῶς. κρούεται τὰ κρούματα ἐν μουσικῆι τὰ μὲν ἄνω τὰ δὲ κάτω. γλῶσσα μουσικὴν μιμεῖται διαγινώσκουσα μὲν τὸ γλυκὺ καὶ τὸ ὀξὺ τῶν προσπιπτόντων, καὶ διάφωνα καὶ ξύμφωνα. κρούεται δὲ [τοὺς φθόγγους] ἄνω καὶ κάτω, καὶ οὔτε τὰ ἄνω κάτω κρουόμενα [I 187. 20 App.] ὀρθῶς ἔχει οὔτε τὰ κάτω ἄνω˙ καλῶς δὲ ἡρμοσμένης γλώσσης τῆι συμφωνίηι τέρψις, ἀναρμόστου δὲ λύπη.
(19) νακοδέψαι τείνουσι, τρίβουσι, κτενίζουσι, πλύνουσι. ταὐτὰ παιδίων θεραπεΐη. πλοκεῖς ἄγοντες κύκλωι πλέκουσιν˙ ἀπὸ τῆς ἀρχῆς ἐς τὴν ἀρχὴν τελευτῶσιν. τωὐτο περίοδος ἐν τῶι σώματι˙ ὁκόθεν ἄρχεται, ἐπὶ τοῦτο τελευτᾶι.
(20)
[I 187. 25 App.] χρυσίον ἐργάζονται· κόπτουσι, πλύνουσι, τήκουσι˙ πυρὶ μαλθακῶι, ἰσχυρῶι δὲ οὐ, συνίσταται˙ ἀπειργάσμενοι πρὸς πάντα χρῶνται. ἄνθρωπος σῖτον κόπτει, πλύνει, ἀλήθει, πυρώσας χρῆται. ἰσχυρῶι μὲν πυρὶ ἐν τῶι σώματι οὐ συνίσταται, μαλακῶι δέ.
(21) ἀνδριαντοποιοὶ μίμησιν σώματος ποιέουσιν [πλὴν ψυχῆς], γνώμην δ' ἔχοντα
[I 187. 30 App.] οὐ ποιοῦσιν, ἐξ ὕδατος καὶ γῆς, τὰ ὑγρὰ ξηραίνοντες καὶ τὰ ξηρὰ ὑγραίνοντες. [I 188. 1 App.] ἀφαιρέονται ἀπὸ τῶν ὑπερεχόντων, καὶ προστιθέασι πρὸς τὰ ἐλλείποντα· ἐκ τοῦ ἐλαχίστου ἐς τὸ μέκιστον αὔξοντες. ταῦτα πάσχει ὁ ἄνθρωπος· αὔξεται ἐκ τοῦ ἐλαχίστου ἐς τὸ μέγιστον, ἐκ τῶν ὑπερεχόντων ἀφαιρούμενος τοῖσιν ἐλλείπουσι προστιθεὶς, τὰ ξηρὰ ὑγραίνων καὶ τὰ ὑγρὰ ξηραίνων.
(22)
[I 188. 5 App.] κεραμεῖς τὸν τροχὸν δινέουσι, καὶ οὔτε πρώσω οὔτε ὀπίσω προχωρεῖ καὶ ἀμφοτέρως, ἅμα τοῦ ὅλου ἀπομίμημα τῆς περιφορῆς. ἐν δὲ τῶι αὐτῶι ἐργάζονται περιφερομένωι παντοδαπὰ, οὐδὲν ὅμοιον τὸ ἕτερον τῶι ἑτέρωι ἐκ τῶν αὐτῶν τοῖσιν αὐτοῖσιν ὀργάνοισιν. ἄνθρωποι ταὐτὰ πάσχουσι καὶ τἄλλα ζῶια· ἐν τῆι αὐτῆι περιφορῆι πάντα ἐργάζονται ἐκ τῶν αὐτῶν οὐδὲν ὅμοια τοῖσιν αὐτοῖσιν ὀργάνοισιν, [I 188. 10 App.] ἐξ ὑγρῶν ξηρὰ ποιοῦντες καὶ ἐκ τῶν ξηρῶν ὑγρά.
(23) γραμματικὴ τοιόνδε˙ σχημάτων σύνθεσις, σημεῖα ἀνθρωπίνης φωνῆς· δύναμις τὰ παροιχόμενα μνημονεῦσαι, τὰ ποιητέα δηλῶσαι˙ δι' ἑπτὰ σχημάτων ἡ γνῶσις˙ ταῦτα πάντα ἄνθρωπος διαπρήσσεται καὶ ὁ ἐπιστάμενος γράμματα καὶ ὁ μὴ ἐπιστάμενος. δι' ἑπτὰ σχημάτων καὶ ἡ αἴσθησις ἀνθρώπωι, ἀκοὴ ψόφου,
[I 188. 15 App.] ὄψις φανερῶν, ῥῖνες ὀδμῆς, γλῶσσα ἡδονῆς καὶ ἀηδίης, στόμα διαλέκτου, σῶμα ψαύσιος, θερμοῦ ἢ ψυχροῦ πνεύματος διέξοδοι ἔξω καὶ ἔσω˙ διὰ τούτων ἀνθρώποισιν γνῶσις.
(24) ἀγωνίη, παιδοτριβίη τοιόνδε˙ διδάσκουσι παρανομεῖν κατὰ νόμον, ἀδικεῖν δικαίως, ἐξαπατᾶν κλέπτειν ἁρπάζειν βιάζεσθαι, τὰ αἴσχιστα [καὶ] κάλλιστα. ὁ μὴ
[I 188. 20 App.] ταῦτα ποιῶν κακὸς, ὁ δὲ ταῦτα ποιῶν ἀγαθός. ἐπίδεξις 〈τῆς〉 τῶν πολλῶν ἀφροσύνης· θεῶνται ταῦτα καὶ κρίνουσιν ἕν' ἐξ ἁπάντων ἀγαθὸν, τοὺς δὲ ἄλλους κακούς˙ πολλοὶ θαυμάζουσιν, ὀλίγοι γινώσκουσιν. ἐς ἀγορὴν ἐλθόντες ἄνθρωποι ταὐτὰ διαπρήσσονται˙ ἐξαπατῶσιν ἄνθρωποι πωλεῦντες καὶ ὠνεύμενοι˙ ὁ πλεῖστα ἐξαπατήσας οὗτος θαυμάζεται. πίνοντες καὶ μαινόμενοι ταὐτὰ διαπρήσσονται. τρέχουσι, [I 188. 25 App.] παλαίουσι, μάχονται, κλέπτουσιν, ἐξαπατῶσιν· εἷς ἐκ πάντων κρίνεται. ὑποκριτικὴ καὶ ἐξαπάται εἰδότας· ἄλλα λέγουσιν καὶ ἄλλα φρονέουσιν· οἱ αὐτοὶ ἐσέρπουσι καὶ ἐξέρπουσι καὶ οὐχ οἱ αὐτοί˙ ἑνὶ δὲ ἀνθρώπωι ἄλλα μὲν λέγειν, ἄλλα δὲ ποιέειν, καὶ τὸν αὐτὸν μὴ εἶναι τὸν αὐτὸν, καὶ ποτὲ μὲν ἄλλην τοτὲ δὲ ἄλλην ἔχειν γνώμην.
[I 188. 30] οὕτω μὲν αἱ τέχναι πᾶσαι τῆι ἀνθρωπίνηι φύσει ἐπικοινωνέουσιν.