[20] ἦν δὲ καὶ φιλοσοφοκλῆς, καὶ μάλιστα ἐν ἐκείνοις ὅπου κατὰ τὸν κωμικὸν τὰ ποιήματα αὐτῷ

κύων τις ἐδόκει συμποιεῖν Μολοττικός,

καὶ ἔνθα ἦν κατὰ τὸν Φρύνιχον (Kock I. 387)

οὐ γλύξις οὐδ' ὑπόχυτος, ἀλλὰ Πράμνιος.

ἔλεγεν οὖν τὸν μὲν Ὅμηρον ἐπικὸν εἶναι Σοφοκλέα, τὸν δὲ Σοφοκλέα Ὅμηρον τραγικόν.
Ἐτελεύτησε δὲ γηραιὸς ἤδη ὑπὸ φθίσεως, ἱκανὰ συγγράμματα καταλιπών. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν (App. Anth. II. 380)˙

οὐκ ἀΐεις; Πολέμωνα κεκεύθαμεν, ὃν θέτο τῇδε
ἀρρωστίη, τὸ δεινὸν ἀνθρώποις πάθος.
οὐ μᾶλλον Πολέμωνα, τὸ σῶμα δέ˙ τοῦτο γὰρ αὐτὸς
βαίνων ἐς ἄστρα διάβορον θῆκεν χαμαί.

[20] ἦν δὲ καὶ φιλοσοφοκλῆς, καὶ μάλιστα ἐν ἐκείνοις ὅπου κατὰ τὸν κωμικὸν τὰ ποιήματα αὐτῷ

κύων τις ἐδόκει συμποιεῖν Μολοττικός,

καὶ ἔνθα ἦν κατὰ τὸν Φρύνιχον

οὐ γλύξις οὐδ' ὑπόχυτος, ἀλλὰ Πράμνιος.

ἔλεγεν οὖν τὸν μὲν Ὅμηρον ἐπικὸν εἶναι Σοφοκλέα, τὸν δὲ Σοφοκλέα Ὅμηρον τραγικόν.
Ἐτελεύτησε δὲ γηραιὸς ἤδη ὑπὸ φθίσεως, ἱκανὰ συγγράμματα καταλιπών. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν˙

οὐκ ἀΐεις; Πολέμωνα κεκεύθαμεν, ὃν θέτο τῇδε
ἀρρωστίη, τὸ δεινὸν ἀνθρώποις πάθος.
οὐ μᾶλλον Πολέμωνα, τὸ σῶμα δέ˙ τοῦτο γὰρ αὐτὸς
βαίνων ἐς ἄστρα διάβορον θῆκεν χαμαί.

[20] Ἦν δὲ καὶ φιλοσοφοκλῆς, καὶ μάλιστα ἐν ἐκείνοις ὅπου κατὰ τὸν κωμικὸν τὰ ποιήματα αὐτῷ

κύων τις ἐδόκει συμποεῖν Μολοττικός,

[27110] καὶ ἔνθα ἦν κατὰ τὸν Φρύνιχον

οὐ γλύξις οὐδ' ὑπόχυτος, ἀλλὰ Πράμνιος.

Ἔλεγεν οὖν τὸν μὲν Ὅμηρον ἐπικὸν εἶναι Σοφοκλέα, 〈τὸν〉 δὲ Σοφοκλέα Ὅμηρον τραγικόν.
[2721] Ἐτελεύτησε δὲ γηραιὸς ἤδη ὑπὸ φθίσεως, ἱκανὰ συγγράμματα καταλιπών. Καὶ ἔστιν ἡμῶν εἰς αὐτόν˙

Οὐκ ἀΐεις; Πολέμωνα κεκεύθαμεν, ὃν θέτο τῇδε
ἀρρωστίη, τὸ δεινὸν ἀνθρώποις πάθος.
[2725] Οὐ μᾶλλον Πολέμωνα, τὸ σῶμα δέ˙ τοῦτο γὰρ αὐτὸς
μέλλων ἐς ἄστρα διαβαλεῖν θῆκεν χαμαί.