22 C 2. [I 189. 1] HIPPOCRATES de nutrimento [IX 98 ff. L.]
(1) τροφὴ καὶ τροφῆς εἶδος μία καὶ πολλαί . . .
(2) αὔξει δὲ καὶ ῥώννυσι καὶ σαρκοῖ καὶ ὁμοιοῖ καὶ ἀνομοιοῖ τὰ ἐν ἑκάστοισι κατὰ φύσιν τὴν ἑκάστου καὶ τὴν ἐξ ἀρχῆς δύναμιν.
(8)
[I 189. 5 App.] τροφὴ δὲ τὸ τρέφον, τροφὴ δὲ τὸ οἷον, τροφὴ δὲ τὸ μέλλον.
(9) ἀρχὴ δὲ πάντων μία καὶ τελευτὴ πάντων μία καὶ ἡ αὐτὴ τελευτὴ καὶ ἀρχή.
(12) καὶ πάντων ἐς θερμασίην βλάπτει καὶ ὠφελεῖ˙ ἐς ψύξιν βλάπτει καὶ ὠφελεῖ˙ ἐς δύναμιν βλάπτει καὶ ὠφελεῖ.
(14) χυλοὶ . . . αὐτόματοι καὶ οὐκ αὐτόματοι, ἡμῖν μὲν αὐτόματοι, αἰτίηι
[I 189. 10 App.] δ' οὐκ αὐτόματοι˙ αἰτίηι δ'αὖ μὲν δῆλα, τὰ δ' ἄδηλα, καὶ τὰ μὲν δυνατὰ, τὰ δ' ἀδύνατα. (15) φύσις ἐξαρκέει πάντα πᾶσιν.
(17) μία φύσις ἐστὶ πάντα ταῦτα καὶ οὐ μία˙ πολλαὶ φύσιές εἰσι ταῦτα πάντα καὶ μία.
(19)
[I 189. 15 App.] ἐν τροφῆι φαρμακείη ἄριστον, ἐν τροφῆι φαρμακείη φλαῦρον, φλαῦρον καὶ ἄριστον πρὸς τι.
(21) τροφὴ οὐ τροφή, ἢν μὴ δύνηται˙ 〈οὐ〉 τροφὴ τροφή, ἢν [μὴ] οἷόν τε ἦι τρέφειν. οὔνομα τροφὴ, ἔργον δὲ οὐχί˙ ἔργον τροφή, οὔνομα δὲ οὐχί.
(23) σύρροια μία, σύμπνοι μία, πάντα συμπαθέα˙ κατὰ μὲν οὐλομελίην πάντα,
[I 189. 20 App.] κατὰ μέρος δὲ τὰ ἐν ἑκάστωι μέρει μέρεα πρὸς τὸ ἔργον.
(24) ἀρχὴ μεγάλη ἐς ἔσχατον μέρος ἀφικνεῖται, ἐξ ἐσχάτου μέρεος ἐς ἀρχὴν μεγάλην ἀφικνεῖται˙ μία φύσις εἶναι καὶ μὴ εἶναι.
(40) τὸ σύμφωνον διάφωνον, τὸ διάφωνον σύμφωνον˙ γάλα ἀλλότριον ἀστεῖον, γάλα ἴδιον φλαῦρον, γάλα ἀλλότριον βλαβερὸν, γάλα ἴδιον ὠφέλιμον.
(42)
[I 189. 25 App.] ἔστιν δὲ καὶ οὐκ ἔστιν τὰ ὀκτάματα. γίνεται δὲ ἐν τούτοις καὶ πλείω καὶ ἐλάσσω καὶ ὅλον καὶ κατὰ μέρος˙ οὐ πολλὸν δὲ καὶ πλείω πλείω καὶ ἐλάσσω ἐλάσσω [betr. der Zeit der Schwangerschaft].
(45) ὁδὸς ἄνω κάτω μία.