HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Presocratics/22-C,4
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Presocratics/22-C,4.rdf
| 22 C 4. CLEANTH. fr. 537, 3-9 Arnim (Hymn. auf Zeus) b. STOB. I 12 p. 25 W. σοὶ δὴ πᾶς ὅδε κόσμος ἑλισσόμενος περὶ γαῖαν πείθεται ἦι κεν ἄγηις, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται˙ τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν [I 190. 10 App.] ἀμφήκη πυρόεντα αἰειζώοντα κεραυνόν˙ τοῦ γὰρ ὑπὸ πληγῆι φύσεως πάντ' ἔρρίγα〈σιν〉˙ ὧι σὺ κατευθύνεις κοινὸν λόγον, ὃς διὰ πάντων φοιτᾶι μιγνύμενος μεγάλοις μικροῖς τε φάεσσι. |