[20] καὶ Ἀριστοφάνης (Nubes 112 sq.) αὐτὸν κωμῳδεῖ ὡς τὸν ἥττω λόγον κρείττω ποιοῦντα. καὶ γὰρ πρῶτος, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ (FHG III. 583), μετὰ τοῦ μαθητοῦ Αἰσχίνου ῥητορεύειν ἐδίδαξε˙ λέγει δὲ τοῦτο καὶ Ἰδομενεὺς ἐν τῷ Περὶ τῶν Σωκρατικῶν (FGrH 338 F 16). καὶ πρῶτος περὶ βίου διελέχθη καὶ πρῶτος φιλοσόφων καταδικασθεὶς ἐτελεύτα. φησὶ δ' αὐτὸν Ἀριστόξενος ὁ Σπινθάρου (Wehrli II, fg. 59) καὶ χρηματίσασθαι. τιθέντα γοῦν τὸ βαλλόμενον κέρμα ἀθροίζειν˙ εἶτ' ἀναλώσαντα πάλιν τιθέναι.
Κρίτωνα δ' ἀναστῆσαι αὐτὸν ἀπὸ τοῦ ἐργαστηρίου καὶ παιδεῦσαι τῆς κατὰ ψυχὴν χάριτος ἐρασθέντα Δημήτριός φησιν ὁ Βυζάντιος.
[20] καὶ Ἀριστοφάνης αὐτὸν κωμῳδεῖ ὡς τὸν ἥττω λόγον κρείττω ποιοῦντα. καὶ γὰρ πρῶτος, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, μετὰ τοῦ μαθητοῦ Αἰσχίνου ῥητορεύειν ἐδίδαξε˙ λέγει δὲ τοῦτο καὶ Ἰδομενεὺς ἐν τῷ Περὶ τῶν Σωκρατικῶν. καὶ πρῶτος περὶ βίου διελέχθη καὶ πρῶτος φιλοσόφων καταδικασθεὶς ἐτελεύτα. φησὶ δ' αὐτὸν Ἀριστόξενος ὁ Σπινθάρου καὶ χρηματίσασθαι. τιθέντα γοῦν τὸ βαλλόμενον κέρμα ἀθροίζειν˙ εἶτ' ἀναλώσαντα πάλιν τιθέναι.
Κρίτωνα δ' ἀναστῆσαι αὐτὸν ἀπὸ τοῦ ἐργαστηρίου καὶ παιδεῦσαι τῆς κατὰ ψυχὴν χάριτος ἐρασθέντα Δημήτριός φησιν ὁ Βυζάντιος.
[20] Καὶ Ἀριστοφάνης [10510] αὐτὸν κωμῳδεῖ ὡς τὸν ἥττω λόγον κρείττω ποιοῦντα. Καὶ γὰρ πρῶτος, ὥς φησι καὶ Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, μετὰ τοῦ μαθητοῦ Αἰσχίνου ῥητορεύειν ἐδίδαξε˙ λέγει δὲ τοῦτο καὶ Ἰδομενεὺς ἐν τῷ Περὶ τῶν Σωκρατικῶν. Καὶ πρῶτος περὶ βίου διελέχθη καὶ πρῶτος φιλοσόφων [1061] καταδικασθεὶς ἐτελεύτα. Φησὶ δ' αὐτὸν Ἀριστόξενος ὁ Σπινθάρου καὶ χρηματίσασθαι˙ τιθέντα γοῦν τὸ βαλλόμενον κέρμα ἀθροίζειν˙ εἶτ' ἀναλώσαντα πάλιν τιθέναι.
Κρίτωνα δὲ ἀναστῆσαι αὐτὸν ἀπὸ τοῦ ἐργαστηρίου
[1065] καὶ παιδεῦσαι τῆς κατὰ ψυχὴν χάριτος ἐρασθέντα Δημήτριός φησιν ὁ Βυζάντιος.