22 C 5. LUCIAN. Vit. auct. 14 Σὺ δὲ τί κλάεις, ὦ βέλτιστε; πολὺ γὰρ οἶμαι κάλλιον [I 190. 15] σοὶ προσλαλεῖν. - Ἡράκλειτος˙ Ἡγέομαι γάρ, ὦ ξεῖνε, τὰ ἀνθρωπήϊα πρήγματα ὀζυρὰ καὶ δακρυώδεα καὶ οὐδὲν αὐτέων ὅ τι μὴ ἐπικήριον˙ τὸ δὴ οἰκτείρω τε σφέας καὶ ὀδύρομαι˙ καὶ τὰ μὲν παρεόντα οὐ δοκέω μεγάλα, τὰ δ'ἐν ὑστέρωι χρόνωι ἐσόμενα πάμπαν ἀνιηρά, λέγω δε τὰς ἐκπυρώσιας καὶ τὴν τοῦ ὅλου συμφορήν˙ ταῦτα ὀδύρομαι καὶ ὅτι ἔμπεδον οὐδέν, ἀλλά κως ἐς κυκεῶνα τὰ πάντα συνειλέονται [I 190. 20 App.] καί ἐστι τὠυτὸ τέρψις ἀτερψίη, γνῶσις ἀγνωσίη, μέγα μικρόν, ἄνω κάτω περιχωρέοντα καὶ ἀμειβόμενα ἐν τῆι τοῦ αἰῶνος παιδιῆι. - Τί γὰρ ὁ αἰών ἐστι; - Ἡρ. Παῖς παίζων, πεσσεύων, 〈συμφερόμενος〉 διαφερόμενος. - Τί δὲ ἄνθρωποι; - Ἡρ. Θεοὶ θνητοί. - Τί δὲ θεοί; - Ἡρ. Ἄνθρωποι ἀθάνατοι. - Αἰνίγματα λέγεις, ὦ οὗτος, ἢ γρίφους συντίθης; ἀτεχνῶς γὰρ ὥσπερ ὁ Λοξίας οὐδὲν ἀποσαφεῖς. [I 190. 25] - Ἡρ. Οὐδὲν γάρ μοι μέλει ὑμέων. - Τοιγαροῦν οὐδὲ ὠνήσεταί σέ τις εὖ φρονῶν. - Ἡρ. Ἐγὼ δὲ κέλομαι πᾶσιν ἡβηδὸν οἰμώζειν, τοῖσιν ὠνεομένοισι καὶ τοῖσιν οὐκ ὠνεομένοισι. - τουτοὶ τὸ κακὸν οὐ πόρρω μελαγχολίας ἐστίν.