[3] καὶ πρῶτος εὗρεν ᾧ τὰ φορμία τῶν φρυγάνων εὔογκα ποιοῦσιν.
Ἤδη δὲ ὑπὸ παραλύσεως καὶ τὸ σῶμα διέφθαρτο, καὶ πρὸς Ξενοκράτην διεπέμπετο παρακαλῶν αὐτὸν ἐλθεῖν καὶ τὴν σχολὴν διαδέξασθαι. φασὶ δὲ αὐτὸν ἐπ' ἀμαξίου φερόμενον εἰς τὴν Ἀκαδήμειαν συναντῆσαι Διογένει καὶ Χαῖρε εἰπεῖν˙ τὸν δὲ φάναι, "ἀλλὰ μὴ σύ γε, ὅστις ὑπομένεις ζῆν τοιοῦτος ὤν." καὶ τέλος ὑπὸ ἀθυμίας ἑκὼν τὸν βίον μετήλλαξε γηραιὸς ὤν. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν (A. Pal. VII. 101)˙

ἀλλ' εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι,
οὐκ ἂν ἔπεισέ μέ τις τόδε λέξαι,
ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος˙ οὐ γὰρ ἀθυμῶν
κάτθανεν ἂν διά τι σφόδρα μικρόν.

[3] καὶ πρῶτος εὗρεν ᾧ τὰ φορμία τῶν φρυγάνων εὔογκα ποιοῦσιν.
Ἤδη δὲ ὑπὸ παραλύσεως καὶ τὸ σῶμα διέφθαρτο, καὶ πρὸς Ξενοκράτην διεπέμπετο παρακαλῶν αὐτὸν ἐλθεῖν καὶ τὴν σχολὴν διαδέξασθαι. φασὶ δὲ αὐτὸν ἐπ' ἀμαξίου φερόμενον εἰς τὴν Ἀκαδήμειαν συναντῆσαι Διογένει καὶ Χαῖρε εἰπεῖν˙ τὸν δὲ φάναι, "ἀλλὰ μὴ σύ γε, ὅστις ὑπομένεις ζῆν τοιοῦτος ὤν." καὶ τέλος ὑπὸ ἀθυμίας ἑκὼν τὸν βίον μετήλλαξε γηραιὸς ὤν. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν˙

ἀλλ' εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι,
οὐκ ἂν ἔπεισέ μέ τις τόδε λέξαι˙
ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος˙ οὐ γὰρ ἀθυμῶν
κάτθανεν ἂν διά τι σφόδρα μικρόν.

[3] Καὶ πρῶτος εὗρεν ᾧ τὰ φορμία τῶν φρυγάνων εὔογκα ποιοῦσιν. [25711]
Ἤδη δὲ ὑπὸ παραλύσεως καὶ τὸ σῶμα διέφθαρτο, καὶ πρὸς Ξενοκράτη διεπέμπετο παρακαλῶν αὐτὸν ἐλθεῖν καὶ τὴν σχολὴν διαδέξασθαι. Φασὶ δὲ αὐτὸν ἐπ' ἀμαξίου αὐτὸν φερόμενον εἰς τὴν Ἀκαδημίαν συναντῆσαι Διογένει καὶ
[25715] "Χαῖρε" εἰπεῖν˙ τὸν δὲ φάναι, " Ἀλλὰ μὴ σύ γε, ὅστις ὑπομένεις ζῆν τοιοῦτος ὤν." Καὶ τέλος ὑπὸ ἀθυμίας ἑκὼν τὸν βίον μετήλλαξε γηραιὸς ὤν. Καὶ ἔστιν ἡμῶν εἰς αὐτόν˙

[2581] Ἀλλ' εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι,
οὐκ ἂν ἔπεισέ μέ τις τόδε λέξαι,
ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος˙ οὐ γὰρ ἀθυμῶν
κάτθανεν ἂν διά τι σφόδρα μικρόν.