[11] Διοκλῆς δ' ἐν τῇ τρίτῃ τῆς ἐπιδρομῆς φησιν - εὐτελέστατα καὶ λιτότατα διαιτώμενοι˙ "κοτύλῃ γοῦν," φησίν, "οἰνιδίου ἠρκοῦντο, τὸ δὲ πᾶν ὕδωρ ἦν αὐτοῖς ποτόν." τόν τ' Ἐπίκουρον (fg. 543 Us.) μὴ ἀξιοῦν εἰς τὸ κοινὸν κατατίθεσθαι τὰς οὐσίας, καθάπερ τὸν Πυθαγόραν κοινὰ τὰ φίλων λέγοντα˙ ἀπιστούντων γὰρ εἶναι τὸ τοιοῦτον˙ εἰ δ' ἀπίστων οὐδὲ φίλων. αὐτός τέ φησιν ἐν ταῖς ἐπιστολαῖς (Us. p. 156. 8), ὕδατι μόνον ἀρκεῖσθαι καὶ ἄρτῳ λιτῷ. καί, "πέμψον μοι τυροῦ," φησί (fg. 182 Us.),"κυθριδίου, ἵν' ὅταν βούλωμαι πολυτελεύσασθαι δύνωμαι." τοιοῦτος ἦν ὁ τὴν ἡδονὴν εἶναι τέλος δογματίζων, ὃν καὶ Ἀθήναιος δι' ἐπιγράμματος οὕτως ὑμνεῖ˙ (App. Anth. IV. 43) [11] Διοκλῆς δ' ἐν τῇ τρίτῃ τῆς ἐπιδρομῆς φησιν - εὐτελέστατα καὶ λιτότατα διαιτώμενοι˙ "κοτύλῃ γοῦν," φησίν, "οἰνιδίου ἠρκοῦντο, τὸ δὲ πᾶν ὕδωρ ἦν αὐτοῖς ποτόν." τόν τ' Ἐπίκουρον μὴ ἀξιοῦν εἰς τὸ κοινὸν κατατίθεσθαι τὰς οὐσίας, καθάπερ τὸν Πυθαγόραν κοινὰ τὰ φίλων λέγοντα˙ ἀπιστούντων γὰρ εἶναι τὸ τοιοῦτον˙ εἰ δ' ἀπίστων οὐδὲ φίλων. αὐτός τέ φησιν ἐν ταῖς ἐπιστολαῖς, ὕδατι μόνον ἀρκεῖσθαι καὶ ἄρτῳ λιτῷ. καί, "πέμψον μοι τυροῦ," φησί, "κυθριδίου, ἵν' ὅταν βούλωμαι πολυτελεύσασθαι δύνωμαι." τοιοῦτος ἦν ὁ τὴν ἡδονὴν εἶναι τέλος δογματίζων, ὃν καὶ Ἀθήναιος δι' ἐπιγράμματος οὕτως ὑμνεῖ˙ [11] Διοκλῆς δὲ ἐν τῇ τρίτῃ τῆς ἐπιδρομῆς φησιν εὐτελέστατα καὶ λιτότατα 〈αὐτοὺς〉 διαιτωμένους˙ "Κοτύλῃ γοῦν," φησίν, "οἰνιδίου ἠρκοῦντο, [7175] τὸ δὲ πᾶν ὕδωρ ἦν αὐτοῖς ποτόν." Τόν τε Ἐπίκουρον μὴ ἀξιοῦν εἰς τὸ κοινὸν κατατίθεσθαι τὰς οὐσίας, καθάπερ τὸν Πυθαγόραν, κοινὰ τὰ φίλων λέγοντα˙ ἀπιστούντων γὰρ εἶναι τὸ τοιοῦτον˙ εἰ δ' ἀπίστων οὐδὲ φίλων. Αὐτός τέ φησιν ἐν ταῖς ἐπιστολαῖς ὕδατι μόνον ἀρκεῖσθαι [71710] καὶ ἄρτῳ λιτῷ. Καί, "Πέμψον μοι τυροῦ," φησί, "κυθριδίον, ἵν' ὅταν βούλωμαι πολυτελεύσασθαι δύνωμαι." Τοιοῦτος ἦν ὁ τὴν ἡδονὴν εἶναι τέλος δογματίζων. Ὃν καὶ Ἀθήναιος δι' ἐπιγράμματος οὕτως ὑμνεῖ˙