[21] Νεανίσκου πολλὰ λαλοῦντος ἔφη, "τὰ ὦτά σου εἰς τὴν γλῶτταν συνερρύηκεν." πρὸς τὸν καλὸν εἰπόντα ὅτι οὐ δοκεῖ αὐτῷ ἐρασθήσεσθαι ὁ σοφός, "οὐδέν," ἔφη, "ὑμῶν ἀθλιώτερον ἔσεσθαι τῶν καλῶν." ἔλεγε δὲ καὶ τῶν φιλοσόφων τοὺς πλείστους τὰ μὲν πολλὰ ἀσόφους εἶναι, τὰ δὲ μικρὰ καὶ τυχηρὰ ἀμαθεῖς. καὶ προεφέρετο τὸ τοῦ Καφισίου, ὃς ἐπιβαλλομένου τινὸς τῶν μαθητῶν μεγάλα φυσᾶν, πατάξας εἶπεν ὡς οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἴη, ἀλλ' ἐν τῷ εὖ τὸ μέγα. νεανίσκου δέ τινος θρασύτερον διαλεγομένου, "οὐκ ἂν εἴποιμι," ἔφη, "μειράκιον, ἃ ἐπέρχεταί μοι." [21] Νεανίσκου πολλὰ λαλοῦντος ἔφη, "τὰ ὦτά σου εἰς τὴν γλῶτταν συνερρύηκεν." πρὸς τὸν καλὸν εἰπόντα ὅτι οὐ δοκεῖ αὐτῷ ἐρασθήσεσθαι ὁ σοφός, "οὐδέν," ἔφη, "ὑμῶν ἀθλιώτερον ἔσεσθαι τῶν καλῶν." ἔλεγε δὲ καὶ τῶν φιλοσόφων τοὺς πλείστους τὰ μὲν πολλὰ ἀσόφους εἶναι, τὰ δὲ μικρὰ καὶ τυχηρὰ ἀμαθεῖς. καὶ προεφέρετο τὸ τοῦ Καφισίου, ὃς ἐπιβαλλομένου τινὸς τῶν μαθητῶν μεγάλα φυσᾶν, πατάξας εἶπεν ὡς οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἴη, ἀλλ' ἐν τῷ εὖ τὸ μέγα. νεανίσκου δέ τινος θρασύτερον διαλεγομένου, "οὐκ ἂν εἴποιμι," ἔφη, "μειράκιον, ἃ ἐπέρχεταί μοι." [21] Νεανίσκου πολλὰ λαλοῦντος ἔφη˙ "Τὰ ὦτά σου εἰς τὴν γλῶτταν συνερρύηκεν." Πρὸς τὸν καλὸν εἰπόντα ὅτι οὐ [45710] δοκεῖ αὐτῷ ἐρασθήσεσθαι ὁ σοφός, "Οὐδέν," ἔφη, "ὑμῶν ἀθλιώτερον ἔσεσθαι τῶν καλῶν." Ἔλεγε δὲ καὶ τῶν φιλοσόφων τοὺς πλείστους τὰ μὲν πολλὰ ἀσόφους εἶναι, τὰ δὲ μικρὰ καὶ τυχηρὰ ἀμαθεῖς. Καὶ προεφέρετο τὸ τοῦ Καφισίου, ὃς ἐπιβαλλομένου τινὸς τῶν μαθητῶν μεγάλα φυσᾶν, [45715] πατάξας εἶπεν ὡς οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἴη, ἀλλ' ἐν τῷ εὖ τὸ μέγα. Νεανίσκου δέ τινος θρασύτερον διαλεγομένου, "Οὐκ ἂν εἴποιμι," ἔφη, "μειράκιον, ἃ ἐπέρχεταί μοι."