[3] Πρῶτός τε ὡρίσατο λόγον εἰπών, "λόγος ἐστὶν ὁ τὸ τί ἦν ἢ ἔστι δηλῶν." ἔλεγέ τε συνεχές, "μανείην μᾶλλον ἢ ἡσθείην"˙ καὶ "χρὴ τοιαύταις πλησιάζειν γυναιξὶν αἳ χάριν εἴσονται." πρός τε τὸ Ποντικὸν μειράκιον μέλλον φοιτᾶν αὐτῷ καὶ πυθόμενον τίνων αὐτῷ δεῖ, φησί, "βιβλαρίου καινοῦ καὶ γραφείου καινοῦ καὶ πινακιδίου καινοῦ," τὸν νοῦν παρεμφαίνων. πρὸς δὲ τὸν ἐρόμενον ποδαπὴν γήμῃ ἔφη, "ἂν μὲν καλήν, ἕξεις κοινήν, ἂν δὲ αἰσχράν, ἕξεις ποινήν." ἀκούσας ποτὲ ὅτι Πλάτων αὐτὸν κακῶς λέγει, "βασιλικόν," ἔφη, "καλῶς ποιοῦντα κακῶς ἀκούειν." [3] Πρῶτός τε ὡρίσατο λόγον εἰπών, "λόγος ἐστὶν ὁ τὸ τί ἦν ἢ ἔστι δηλῶν." ἔλεγέ τε συνεχές, "μανείην μᾶλλον ἢ ἡσθείην"˙ καὶ "χρὴ τοιαύταις πλησιάζειν γυναιξὶν αἳ χάριν εἴσονται." πρός τε τὸ Ποντικὸν μειράκιον μέλλον φοιτᾶν αὐτῷ καὶ πυθόμενον τίνων αὐτῷ δεῖ, φησί, "βιβλαρίου καινοῦ καὶ γραφείου καινοῦ καὶ πινακιδίου καινοῦ," τὸν νοῦν παρεμφαίνων. πρὸς δὲ τὸν ἐρόμενον ποδαπὴν γήμαι, ἔφη, "ἂν μὲν καλήν, ἕξεις κοινήν, ἂν δὲ αἰσχράν, ἕξεις ποινήν." ἀκούσας ποτὲ ὅτι Πλάτων αὐτὸν κακῶς λέγει, "βασιλικόν," ἔφη, "καλῶς ποιοῦντα κακῶς ἀκούειν." [3] [37610] Πρῶτός τε ὡρίσατο λόγον εἰπών, "Λόγος ἐστὶν ὁ τὸ τί ἦν ἢ ἔστι δηλῶν." Ἐλεγέ τε συνεχές˙ "Μανείην μᾶλλον ἢ ἡσθείην"˙ καὶ˙ "Χρὴ τοιαύταις πλησιάζειν γυναιξὶν αἳ χάριν εἴσονται." Πρός τε τὸ Ποντικὸν μειράκιον μέλλον φοιτᾶν αὐτῷ καὶ πυθόμενον τίνων αὐτῷ δεῖ, φησί˙ [37615] "Βιβλαρίου καινοῦ καὶ γραφείου καινοῦ καὶ πινακιδίου καινοῦ," τὸν νοῦν παρεμφαίνων. Πρὸς δὲ τὸν ἐρόμενον ποδαπὴν γήμῃ ἔφη˙ " Ἂν μὲν καλήν, ἕξεις κοινήν, ἂν δὲ αἰσχράν, ἕξεις ποινήν." Ἀκούσας ποτὲ ὅτι Πλάτων αὐτὸν κακῶς λέγει, "Βασιλικόν," ἔφη, "καλῶς ποιοῦντα κακῶς [37620] ἀκούειν."