[23] Ἔλεγε δὲ μηδὲν εἶναι τῆς οἰήσεως ἀλλοτριώτερον πρὸς κατάληψιν τῶν ἐπιστημῶν, μηδενός θ' ἡμᾶς οὕτως εἶναι ἐνδεεῖς ὡς χρόνου. ἐρωτηθεὶς τίς ἐστι φίλος, "ἄλλος," ἔφη, "ἐγώ." δοῦλον ἐπὶ κλοπῇ, φασίν, ἐμαστίγου˙ τοῦ δ' εἰπόντος, "εἵμαρτό μοι κλέψαι," ἔφη, "καὶ δαρῆναι." τὸ κάλλος εἶπε τῆς σωφροσύνης ἄνθος εἶναι˙ οἱ δὲ τοῦ κάλλους τὴν σωφροσύνην. τῶν γνωρίμων τινὸς παιδάριον μεμωλωπισμένον θεασάμενος πρὸς αὐτόν "ὁρῶ σου" ἔφη, "τοῦ θυμοῦ τὰ ἴχνη˙" πρὸς τὸν κεχρισμένον τῷ μύρῳ, "τίς ἐστιν," ἔφη, "ὁ γυναικὸς ὄζων;" Διονυσίου δὲ τοῦ Μεταθεμένου εἰπόντος αὐτῷ διὰ τί αὐτὸν μόνον οὐ διορθοῖ, ἔφη, "οὐ γάρ σοι πιστεύω." πρὸς τὸ φλυαροῦν μειράκιον, "διὰ τοῦτο," εἶπε, "δύο ὦτα ἔχομεν, στόμα δὲ ἕν, ἵνα πλείονα μὲν ἀκούωμεν, ἥττονα δὲ λέγωμεν." [23] Ἔλεγε δὲ μηδὲν εἶναι τῆς οἰήσεως ἀλλοτριώτερον πρὸς κατάληψιν τῶν ἐπιστημῶν, μηδενός θ' ἡμᾶς οὕτως εἶναι ἐνδεεῖς ὡς χρόνου. ἐρωτηθεὶς τίς ἐστι φίλος, "ἄλλος," ἔφη, "ἐγώ." δοῦλον ἐπὶ κλοπῇ, φασίν, ἐμαστίγου˙ τοῦ δ' εἰπόντος, "εἵμαρτό μοι κλέψαι," ἔφη, "καὶ δαρῆναι." τὸ κάλλος εἶπε τῆς σωφροσύνης ἄνθος εἶναι˙ οἱ δὲ τοῦ κάλλους τὴν σωφροσύνην. τῶν γνωρίμων τινὸς παιδάριον μεμωλωπισμένον θεασάμενος πρὸς αὐτόν "ὁρῶ σου" ἔφη, "τοῦ θυμοῦ τὰ ἴχνη˙" πρὸς τὸν κεχρισμένον τῷ μύρῳ, "τίς ἐστιν," ἔφη, "ὁ γυναικὸς ὄζων;" Διονυσίου δὲ τοῦ Μεταθεμένου εἰπόντος αὐτῷ διὰ τί αὐτὸν μόνον οὐ διορθοῖ, ἔφη, "οὐ γάρ σοι πιστεύω." πρὸς τὸ φλυαροῦν μειράκιον, "διὰ τοῦτο," εἶπε, "δύο ὦτα ἔχομεν, στόμα δὲ ἕν, ἵνα πλείονα μὲν ἀκούωμεν, ἥττονα δὲ λέγωμεν." [23] [45815] Ἔλεγε δὲ μηδὲν εἶναι τῆς οἰήσεως ἀλλοτριώτερον πρὸς κατάληψιν τῶν ἐπιστημῶν, μηδενός τε ἡμᾶς οὕτως εἶναι ἐνδεεῖς ὡς χρόνου. Ἐρωτηθεὶς τί ἐστι φίλος, " Ἄλλος," [4591] ἔφη, "ἐγώ." Δοῦλον ἐπὶ κλοπῇ, φασίν, ἐμαστίγου˙ τοῦ δ' εἰπόντος˙ "Εἵμαρτό μοι κλέψαι," ἔφη˙ "Καὶ δαρῆναι." Τὸ κάλλος εἶπε τῆς σωφροσύνης ἄνθος εἶναι˙ οἱ δὲ τοῦ κάλλους τὴν σωφροσύνην. Τῶν γνωρίμων τινὸς παιδάριον [4595] μεμωλωπισμένον θεασάμενος πρὸς αὐτόν " Ὁρῶ σου" ἔφη, "τοῦ θυμοῦ τὰ ἴχνη." Πρὸς τὸν κεχρισμένον τῷ μύρῳ, "Τίς ἐστιν," ἔφη, "ὁ γυναικὸς ὄζων;" Διονυσίου δὲ τοῦ Μεταθεμένου εἰπόντος αὐτῷ διὰ τί αὐτὸν μόνον οὐ διορθοῖ, ἔφη˙ "Οὐ γάρ σοι πιστεύω." Πρὸς τὸ φλυαροῦν [45910] μειράκιον, "Διὰ τοῦτο," εἶπε, "δύο ὦτα ἔχομεν, στόμα δὲ ἕν, ἵνα πλείω μὲν ἀκούωμεν, ἥττονα δὲ λέγωμεν."