[23] Τρίτον ἦλθε διαλλάξων Δίωνα Διονυσίῳ˙ οὐ τυχὼν δὲ ἄπρακτος ἐπανῆλθεν εἰς τὴν πατρίδα. ἔνθα πολιτείας μὲν οὐχ ἥψατο, καίτοι πολιτικὸς ὢν ἐξ ὧν γέγραφεν. αἴτιον δὲ τὸ ἤδη τὸν δῆμον ἄλλοις πολιτεύμασιν ἐνειθίσθαι. φησὶ δὲ Παμφίλη ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ τῶν Ὑπομνημάτων (FHG III. 521) ὡς Ἀρκάδες καὶ Θηβαῖοι Μεγάλην πόλιν οἰκίζοντες παρεκάλουν αὐτὸν νομοθέτην˙ ὁ δὲ μαθὼν ἴσον ἔχειν οὐ θέλοντας οὐκ ἐπορεύθη. λόγος ὅτι καὶ Χαβρίᾳ συνεῖπε τῷ στρατηγῷ φεύγοντι θανάτου μηδενὸς τῶν πολιτῶν τοῦτο πρᾶξαι βουληθέντος. [23] Τρίτον ἦλθε διαλλάξων Δίωνα Διονυσίῳ˙ οὐ τυχὼν δὲ ἄπρακτος ἐπανῆλθεν εἰς τὴν πατρίδα. ἔνθα πολιτείας μὲν οὐχ ἥψατο, καίτοι πολιτικὸς ὢν ἐξ ὧν γέγραφεν. αἴτιον δὲ τὸ ἤδη τὸν δῆμον ἄλλοις πολιτεύμασιν ἐνειθίσθαι. φησὶ δὲ Παμφίλη ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ τῶν Ὑπομνημάτων ὡς Ἀρκάδες καὶ Θηβαῖοι Μεγάλην πόλιν οἰκίζοντες παρεκάλουν αὐτὸν νομοθέτην˙ ὁ δὲ μαθὼν ἴσον ἔχειν οὐ θέλοντας οὐκ ἐπορεύθη. λόγος ὅτι καὶ Χαβρίᾳ συνεῖπε τῷ στρατηγῷ φεύγοντι θανάτου μηδενὸς τῶν πολιτῶν τοῦτο πρᾶξαι βουληθέντος. [23] Τρίτον ἦλθε διαλλάξων Δίωνα Διονυσίῳ˙ οὐ τυχὼν δὲ ἄπρακτος ἐπανῆλθεν εἰς τὴν πατρίδα. Ἔνθα πολιτείας μὲν οὐχ ἥψατο, καίτοι πολιτικὸς ὢν ἐξ ὧν γέγραφεν. Αἴτιον [20615] δὲ τὸ ἤδη τὸν δῆμον ἄλλοις πολιτεύμασιν ἐνειθίσθαι. Φησὶ δὲ Παμφίλη ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ τῶν Ὑπομνημάτων [2071] ὡς Ἀρκάδες καὶ Θηβαῖοι Μεγάλην πόλιν οἰκίζοντες παρεκάλουν αὐτὸν νομοθέτην˙ ὁ δὲ μαθὼν 〈αὐτοὺς τὸ〉 ἴσον ἔχειν οὐ θέλοντας οὐκ ἐπορεύθη. Λόγος ὅτι καὶ Χαβρίᾳ συνεῖπε τῷ στρατηγῷ φεύγοντι θανάτου μηδενὸς [2075] τῶν πολιτῶν τοῦτο πρᾶξαι βουληθέντος.