ΜΕΛΙΣΣΟΣ

[24] Μέλισσος Ἰθαιγένους Σάμιος. οὗτος ἤκουσε Παρμενίδου˙ ἀλλὰ καὶ εἰς λόγους ἦλθεν Ἡρακλείτῳ˙ ὅτε καὶ συνέστησεν αὐτὸν τοῖς Ἐφεσίοις ἀγνοοῦσι, καθάπερ Ἱπποκράτης Δημόκριτον Ἀβδηρίταις. γέγονε δὲ καὶ πολιτικὸς ἀνὴρ καὶ ἀποδοχῆς παρὰ τοῖς πολίταις ἠξιωμένος˙ ὅθεν ναύαρχος αἱρεθεὶς ἔτι καὶ μᾶλλον ἐθαυμάσθη διὰ τὴν οἰκείαν ἀρετήν. Ἐδόκει δ' αὐτῷ τὸ πᾶν ἄπειρον εἶναι καὶ ἀναλλοίωτον καὶ ἀκίνητον καὶ ἓν ὅμοιον ἑαυτῷ καὶ πλῆρες˙ κίνησίν τε μὴ εἶναι, δοκεῖν δ' εἶναι. ἀλλὰ καὶ περὶ θεῶν ἔλεγε μὴ δεῖν ἀποφαίνεσθαι˙ μὴ γὰρ εἶναι γνῶσιν αὐτῶν.
Φησὶ δ' Ἀπολλόδωρος (FGrH 244 F 72) ἠκμακέναι αὐτὸν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα.

Κεφ. δ'. ΜΕΛΙΣΣΟΣ

[24] Μέλισσος Ἰθαιγένους Σάμιος. οὗτος ἤκουσε Παρμενίδου˙ ἀλλὰ καὶ εἰς λόγους ἦλθεν Ἡρακλείτῳ˙ ὅτε καὶ συνέστησεν αὐτὸν τοῖς Ἐφεσίοις ἀγνοοῦσι, καθάπερ Ἱπποκράτης Δημόκριτον Ἀβδηρίταις. γέγονε δὲ καὶ πολιτικὸς ἀνὴρ καὶ ἀποδοχῆς παρὰ τοῖς πολίταις ἠξιωμένος˙ ὅθεν ναύαρχος αἱρεθεὶς ἔτι καὶ μᾶλλον ἐθαυμάσθη διὰ τὴν οἰκείαν ἀρετήν. Ἐδόκει δ' αὐτῷ τὸ πᾶν ἄπειρον εἶναι καὶ ἀναλλοίωτον καὶ ἀκίνητον καὶ ἓν ὅμοιον ἑαυτῷ καὶ πλῆρες˙ κίνησίν τε μὴ εἶναι, δοκεῖν δ' εἶναι. ἀλλὰ καὶ περὶ θεῶν ἔλεγε μὴ δεῖν ἀποφαίνεσθαι˙ μὴ γὰρ εἶναι γνῶσιν αὐτῶν.
Φησὶ δ' Ἀπολλόδωρος ἠκμακέναι αὐτὸν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα.

ΜΕΛΙΣΣΟΣ

[24] [6483] Μέλισσος Ἰθαιγένους Σάμιος. Οὗτος ἤκουσε Παρμενίδου˙ ἀλλὰ καὶ εἰς λόγους ἦλθεν Ἡρακλείτῳ˙ ὅτε καὶ [6485] συνέστησεν αὐτὸν τοῖς Ἐφεσίοις ἀγνοοῦσι, καθάπερ Ἱπποκράτης Δημόκριτον Ἀβδηρίταις. Γέγονε δὲ καὶ πολιτικὸς ἀνὴρ καὶ ἀποδοχῆς παρὰ τοῖς πολίταις ἠξιωμένος˙ ὅθεν ναύαρχος αἱρεθεὶς ἔτι καὶ μᾶλλον ἐθαυμάσθη διὰ τὴν οἰκείαν ἀρετήν. [64810] Ἐδόκει δὲ αὐτῷ τὸ πᾶν ἄπειρον εἶναι καὶ ἀναλλοίωτον καὶ ἀκίνητον καὶ ἓν ὅμοιον ἑαυτῷ καὶ πλῆρες˙ κίνησίν τε μὴ εἶναι, δοκεῖν δὲ εἶναι. Ἀλλὰ καὶ περὶ θεῶν ἔλεγε μὴ δεῖν ἀποφαίνεσθαι˙ μὴ γὰρ εἶναι γνῶσιν αὐτῶν.
Φησὶ δ' Ἀπολλόδωρος ἠκμακέναι αὐτὸν κατὰ τὴν τετάρτην
[64815] καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα.