[25] Καί ποτε Πλάτωνα ἐν δείπνῳ πολυτελεῖ κατανοήσας ἐλάας ἁψάμενον, "τί," φησίν, "ὁ σοφὸς εἰς Σικελίαν πλεύσας τῶν τραπεζῶν τούτων χάριν, νῦν παρακειμένων οὐκ ἀπολαύεις;" καὶ ὅς, "ἀλλὰ νὴ τοὺς θεούς," φησί, "Διόγενες, κἀκεῖ τὰ πολλὰ πρὸς ἐλάας καὶ τὰ τοιαῦτα ἐγινόμην." ὁ δέ, "τί οὖν ἔδει πλεῖν εἰς Συρακούσας; ἢ τότε ἡ Ἀττικὴ οὐκ ἔφερεν ἐλάας;" Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ (FHG III. 582) Ἀρίστιππον εἰπεῖν τοῦτο. καὶ ἄλλοτε ἰσχάδας ἐσθίων ἀπήντετ' αὐτῷ φησί τε, "ἔξεστί σοι μετασχεῖν"˙ τοῦ δὲ λαβόντος καὶ φαγόντος, ἔφη, "μετασχεῖν εἶπον, οὐ καταφαγεῖν." [25] Καί ποτε Πλάτωνα ἐν δείπνῳ πολυτελεῖ κατανοήσας ἐλάας ἁψάμενον, "τί," φησίν, "ὁ σοφὸς εἰς Σικελίαν πλεύσας τῶν τραπεζῶν τούτων χάριν, νῦν παρακειμένων οὐκ ἀπολαύεις;" καὶ ὅς, "ἀλλὰ νὴ τοὺς θεούς," φησί, "Διόγενες, κἀκεῖ τὰ πολλὰ πρὸς ἐλάας καὶ τὰ τοιαῦτα ἐγινόμην." ὁ δέ, "τί οὖν ἔδει πλεῖν εἰς Συρακούσας; ἢ τότε ἡ Ἀττικὴ οὐκ ἔφερεν ἐλάας;" Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ (FHG III. 582) Ἀρίστιππον εἰπεῖν τοῦτο. καὶ ἄλλοτε ἰσχάδας ἐσθίων ἀπήντετ' αὐτῷ φησί τε, "ἔξεστί σοι μετασχεῖν"˙ τοῦ δὲ λαβόντος καὶ φαγόντος, ἔφη, "μετασχεῖν εἶπον, οὐ καταφαγεῖν." [25] Καί ποτε Πλάτωνα ἐν δείπνῳ πολυτελεῖ κατανοήσας [39015] ἐλάας ἁψάμενον, "Τί," φησίν, "ὁ σοφὸς εἰς Σικελίαν πλεύσας τῶν τραπεζῶν τούτων χάριν, νῦν παρακειμένων οὐκ ἀπολαύεις;" Καὶ ὅς, " Ἀλλὰ νὴ τοὺς θεούς," φησί, "Διόγενες, κἀκεῖ τὰ πολλὰ πρὸς ἐλάας καὶ τὰ τοιαῦτα ἐγινόμην." Ὁ δε˙ "Τί οὖν ἔδει πλεῖν εἰς Συρακούσας; Ἢ [39020] τότε ἡ Ἀττικὴ οὐκ ἔφερεν ἐλάας;" Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ (FHG III. 582) Ἀρίστιππον εἰπεῖν τοῦτο. Καὶ ἄλλοτε [3911] ἰσχάδας ἐσθίων ἀπήντετο αὐτῷ φησί τε˙ " Ἔξεστί σοι μετασχεῖν"˙ τοῦ δὲ λαβόντος καὶ φαγόντος, ἔφη˙ "Μετασχεῖν εἶπον, οὐ καταφαγεῖν."