ΖΗΝΩΝ ΕΛΕΑΤΗΣ

[25] Ζήνων Ἐλεάτης. τοῦτον Ἀπολλόδωρός φησιν εἶναι ἐν Χρονικοῖς (FGrH 244 F 30a) [Πύρητος τὸν δὲ Παρμενίδην] φύσει μὲν Τελευταγόρου, θέσει δὲ Παρμενίδου 〈τὸν δὲ Παρμενίδην Πύρητος〉. περὶ τούτου καὶ Μελίσσου Τίμων φησὶ ταῦτα˙ (PPF 9 B 45)

ἀμφοτερογλώσσου τε μέγα σθένος οὐκ ἀλαπαδνὸν
Ζήνωνος πάντων ἐπιλήπτορος, ἠδὲ Μέλισσον,
πολλῶν φαντασμῶν ἐπάνω, παύρων γε μὲν ἥσσω.

δὴ Ζήνων διακήκοε Παρμενίδου καὶ γέγονεν αὐτοῦ παιδικά. καὶ εὐμήκης ἦν, καθά φησι Πλάτων ἐν τῷ Παρμενίδῃ (127b), ὁ δ' αὐτὸς ἐν τῷΣοφιστῇ (216a) καὶ ἐν τῷ Φαίδρῳ (261d) αὐτοῦ μέμνηται καὶ Ἐλεατικὸν Παλαμήδην αὐτὸν καλεῖ. φησὶ δ' Ἀριστοτέλης (Rose 65) εὑρετὴν αὐτὸν γενέσθαι διαλεκτικῆς, ὥσπερ Ἐμπεδοκλέα ῥητορικῆς.

Κεφ. ε'. ΖΗΝΩΝ ΕΛΕΑΤΗΣ

[25] Ζήνων Ἐλεάτης. τοῦτον Ἀπολλόδωρός φησιν εἶναι ἐν Χρονικοῖς [Πύρητος τὸν δὲ Παρμενίδην] φύσει μὲν Τελευταγόρου, θέσει δὲ Παρμενίδου 〈τὸν δὲ Παρμενίδην Πύρητος〉. περὶ τούτου καὶ Μελίσσου Τίμων φησὶ ταῦτα˙

ἀμφοτερογλώσσου τε μέγα σθένος οὐκ ἀλαπαδνὸν
Ζήνωνος πάντων ἐπιλήπτορος, ἠδὲ Μέλισσον,
πολλῶν φαντασμῶν ἐπάνω, παύρων γε μὲν ἥσσω.

Ὁ δὴ Ζήνων διακήκοε Παρμενίδου καὶ γέγονεν αὐτοῦ παιδικά. καὶ εὐμήκης ἦν, καθά φησι Πλάτων ἐν τῷ Παρμενίδῃ, ὁ δ' αὐτὸς ἐν τῷ Σοφιστῇ καὶ ἐν τῷ Φαίδρῳ αὐτοῦ μέμνηται καὶ Ἐλεατικὸν Παλαμήδην αὐτὸν καλεῖ. φησὶ δ' Ἀριστοτέλης εὑρετὴν αὐτὸν γενέσθαι διαλεκτικῆς, ὥσπερ Ἐμπεδοκλέα ῥητορικῆς.

ΖΗΝΩΝ ΕΛΕΑΤΗΣ

[25] [64817] Ζήνων Ἐλεάτης. Τοῦτον Ἀπολλόδωρός ἐν Χρονικοῖς φησιν εἶναι [Πύρητος τὸν δὲ Παρμενίδην] φύσει μὲν Τελευταγόρου, θέσει δὲ Παρμενίδου.
[6491] Περὶ τούτου καὶ Μελίσσου Τίμων φησὶ ταῦτα˙

Ἀμφοτερογλώσσου τε μέγα σθένος οὐκ ἀλαπαδνὸν
Ζήνωνος πάντων ἐπιλήπτορος, ἠδὲ Μέλισσον,
πολλῶν φαντασμῶν ἐπάνω, παύρων γε μὲν ἥσσω.

[6495] Ὁ δὴ Ζήνων διακήκοε Παρμενίδου καὶ γέγονεν αὐτοῦ παιδικά. Καὶ εὐμήκης ἦν, καθά φησι Πλάτων ἐν τῷ Παρμενίδῃ. Ὁ δ' αὐτὸς ἐν τῷ Σοφιστῇ καὶ ἐν τῷ Φαίδρῳ αὐτοῦ μέμνηται καὶ Ἐλεατικὸν Παλαμήδην αὐτὸν καλεῖ. Φησὶ δ' Ἀριστοτέλης εὑρετὴν αὐτὸν γενέσθαι διαλεκτικῆς, [64910] ὥσπερ Ἐμπεδοκλέα ῥητορικῆς.