[25] Καὶ πρῶτος τῶν φιλοσόφων ἀντεῖπε πρὸς τὸν λόγον τὸν Λυσίου τοῦ Κεφάλου ἐκθέμενος αὐτὸν κατὰ λέξιν ἐν τῷ Φαίδρῳ. καὶ πρῶτος ἐθεώρησε τῆς γραμματικῆς τὴν δύναμιν. πρῶτός τε ἀντειρηκὼς σχεδὸν ἅπασι τοῖς πρὸ αὐτοῦ, ζητεῖται διὰ τί μὴ ἐμνημόνευσε Δημοκρίτου. τούτου φησὶ Νεάνθης ὁ Κυζικηνὸς (FGrH 84 F 22) εἰς Ὀλύμπια ἀνιόντος τοὺς Ἕλληνας ἅπαντας ἐπιστραφῆναι εἰς αὐτόν˙ ὅτε καὶ Δίωνι συνέμιξε μέλλοντι στρατεύειν ἐπὶ Διονύσιον. ἐν δὲ τῷ πρώτῳ τῶν Ἀπομνημονευμάτων Φαβωρίνου (FHG III. 578) φέρεται ὅτι Μιθριδάτης ὁ Πέρσης ἀνδριάντα Πλάτωνος ἀνέθετο εἰς τὴν Ἀκαδήμειαν καὶ ἐπέγραψε˙ "Μιθραδάτης Ῥοδοβάτου Πέρσης Μούσαις εἰκόνα ἀνέθηκε Πλάτωνος, ἣν Σιλανίων ἐποίησε." [25] Καὶ πρῶτος τῶν φιλοσόφων ἀντεῖπε πρὸς τὸν λόγον τὸν Λυσίου τοῦ Κεφάλου ἐκθέμενος αὐτὸν κατὰ λέξιν ἐν τῷ Φαίδρῳ. καὶ πρῶτος ἐθεώρησε τῆς γραμματικῆς τὴν δύναμιν. πρῶτός τε ἀντειρηκὼς σχεδὸν ἅπασι τοῖς πρὸ αὐτοῦ, ζητεῖται διὰ τί μὴ ἐμνημόνευσε Δημοκρίτου. τούτου φησὶ Νεάνθης ὁ Κυζικηνὸς εἰς Ὀλύμπια ἀνιόντος τοὺς Ἕλληνας ἅπαντας ἐπιστραφῆναι εἰς αὐτόν˙ ὅτε καὶ Δίωνι συνέμιξε μέλλοντι στρατεύειν ἐπὶ Διονύσιον. ἐν δὲ τῷ πρώτῳ τῶν Ἀπομνημονευμάτων Φαβωρίνου φέρεται ὅτι Μιθριδάτης ὁ Πέρσης ἀνδριάντα Πλάτωνος ἀνέθετο εἰς τὴν Ἀκαδήμειαν καὶ ἐπέγραψε˙ "Μιθραδάτης Ῥοδοβάτου Πέρσης Μούσαις εἰκόνα ἀνέθηκε Πλάτωνος, ἣν Σιλανίων ἐποίησε." [25] [2081] Καὶ πρῶτος τῶν φιλοσόφων ἀντεῖπε πρὸς τὸν λόγον τὸν Λυσίου τοῦ Κεφάλου ἐκθέμενος αὐτὸν κατὰ λέξιν ἐν τῷ Φαίδρῳ. Καὶ πρῶτος ἐθεώρησε τῆς γραμματικῆς τὴν δύναμιν. Πρῶτός τε ἀντειρηκὼς σχεδὸν ἅπασι τοῖς πρὸ [2085] αὐτοῦ, ζητεῖται διὰ τί μὴ ἐμνημόνευσε Δημοκρίτου. Τούτου φησὶ Νεάνθης ὁ Κυζικηνὸς εἰς Ὀλύμπια ἀνιόντος τοὺς Ἕλληνας ἅπαντας ἐπιστραφῆναι εἰς αὐτόν˙ ὅτε καὶ Δίωνι συνέμιξε μέλλοντι στρατεύειν ἐπὶ Διονύσιον. Ἐν δὲ τῷ πρώτῳ τῶν Ἀπομνημονευμάτων Φαβωρίνου φέρεται [20810] ὅτι Μιθριδάτης ὁ Πέρσης ἀνδριάντα Πλάτωνος ἀνέθετο εἰς τὴν Ἀκαδημίαν καὶ ἐπέγραψε˙ "Μιθραδάτης Ὀροντοβάτου Πέρσης Μούσαις εἰκόνα ἀνέθηκε Πλάτωνος, ἣν Σιλανίων ἐποίησε."