[26] Πλατῶν αὐτοῦ ποτε στρώματα κεκληκότος φίλους παρὰ Διονυσίου, ἔφη, "πατῶ τὴν Πλάτωνος κενοσπουδίαν"˙ πρὸς ὃν ὁ Πλάτων, "ὅσον, ὦ Διόγενες, τοῦ τύφου διαφαίνεις, δοκῶν μὴ τετυφῶσθαι." οἱ δέ φασι τὸν Διογένην εἰπεῖν, "πατῶ τὸν Πλάτωνος τῦφον"˙ τὸν δὲ φάναι, "ἑτέρῳ γε τύφῳ, Διόγενες"˙ Σωτίων δ' ἐν τῷ τετάρτῳ φησὶ πρὸς αὐτὸν εἰπεῖν τοῦτο τὸν Πλάτωνα τὸν κύνα. Διογένης οἶνόν ποτ' ᾔτησεν αὐτόν, τότε δὲ καὶ ἰσχάδας. ὁ δὲ κεράμιον ὅλον ἔπεμψεν αὐτῷ˙ καὶ ὅς, "σύ," φησίν, "ἂν ἐρωτηθῇς δύο καὶ δύο πόσα ἐστίν, Εἴκοσιν ἀποκρινῇ; οὕτως οὔτε πρὸς τὰ αἰτούμενα δίδως οὔτε πρὸς τὰ ἐρωτώμεν' ἀποκρίνῃ." ἔσκωψε δὴ ὡς ἀπεραντολόγον. [26] Πλατῶν αὐτοῦ ποτε τὰ στρώματα κεκληκότος φίλους παρὰ Διονυσίου, ἔφη, "πατῶ τὴν Πλάτωνος κενοσπουδίαν"˙ πρὸς ὃν ὁ Πλάτων, "ὅσον, ὦ Διόγενες, τοῦ τύφου διαφαίνεις, δοκῶν μὴ τετυφῶσθαι." οἱ δέ φασι τὸν Διογένην εἰπεῖν, "πατῶ τὸν Πλάτωνος τῦφον"˙ τὸν δὲ φάναι, "ἑτέρῳ γε τύφῳ, Διόγενες"˙ Σωτίων δ' ἐν τῷ τετάρτῳ φησὶ πρὸς αὐτὸν εἰπεῖν τοῦτο τὸν Πλάτωνα τὸν κύνα. Διογένης οἶνόν ποτ' ᾔτησεν αὐτόν, τότε δὲ καὶ ἰσχάδας. ὁ δὲ κεράμιον ὅλον ἔπεμψεν αὐτῷ˙ καὶ ὅς, "σύ," φησίν, "ἂν ἐρωτηθῇς δύο καὶ δύο πόσα ἐστίν, Εἴκοσιν ἀποκρινῇ; οὕτως οὔτε πρὸς τὰ αἰτούμενα δίδως οὔτε πρὸς τὰ ἐρωτώμεν' ἀποκρίνῃ." ἔσκωψε δὴ ὡς ἀπεραντολόγον. [26] Πλατῶν αὐτοῦ ποτε στρώματα κεκληκότος φίλους παρὰ [3915] Διονυσίου, ἔφη˙ "Πατῶ τὴν Πλάτωνος κενοσπουδίαν"˙ πρὸς ὃν ὁ Πλάτων, " Ὅσον, ὦ Διόγενες, τοῦ τύφου διαφαίνεις, δοκῶν μὴ τετυφῶσθαι." Οἱ δέ φασι τὸν Διογένην εἰπεῖν˙ "Πατῶ τὸν Πλάτωνος τῦφον"˙ τὸν δὲ φάναι˙ " Ἑτέρῳ γε τύφῳ, Διόγενες"˙ Σωτίων δ' ἐν τῷ τετάρτῳ φησὶ πρὸς [39110] αὐτὸν εἰπεῖν τοῦτο τὸν Πλάτωνα [τὸν Κύνα]. Διογένης οἶνόν ποτε ᾔτησεν αὐτόν, τότε δὲ καὶ ἰσχάδας. Ὁ δὲ κεράμιον ὅλον ἔπεμψεν αὐτῷ˙ καὶ ὅς, "Σύ," φησίν, "κἂν ἐρωτηθῇς δύο καὶ δύο πόσα ἐστίν, Εἴκοσιν ἀποκρινῇ; Οὕτως οὔτε πρὸς τὰ αἰτούμενα δίδως οὔτε πρὸς τὰ ἐρωτώμενα [39115] ἀποκρίνῃ." Ἔσκωψε δὴ ὡς ἀπεραντολόγον.