[26] Φησὶ δ' Ἡρακλείδης (FHG III. 171) ὅτι νέος ὢν οὕτως ἦν αἰδήμων καὶ κόσμιος ὥστε μηδέποτε ὀφθῆναι γελῶν ὑπεράγαν˙ τοιοῦτος δ' ὢν ὅμως ἐσκώφθη καὶ αὐτὸς ὑπὸ τῶν κωμικῶν. Θεόπομπος γοῦν ἐν Ἡδυχάρει φησὶν οὕτως (Kock I. 737)˙
ἓν γάρ ἐστιν οὐδὲ ἕν,
τὼ δὲ δύο μόλις ἕν ἐστιν, ὥς φησι Πλάτων.
ἀλλὰ καὶ Ἀναξανδρίδης ἐν Θησεῖ (Kock II. 142)˙
ὅτε τὰς μορίας ἔτρωγεν ὥσπερ 〈καὶ〉 Πλάτων.
ἀλλὰ καὶ Τίμων οὑτωσὶ παραγραμματίζων αὐτόν (Diels 19)˙
ὡς ἀνέπλασσε Πλάτων 〈ὁ〉 πεπλασμένα θαύματα εἰδώς.
[26] Φησὶ δ' Ἡρακλείδης ὅτι νέος ὢν οὕτως ἦν αἰδήμων καὶ κόσμιος ὥστε μηδέποτε ὀφθῆναι γελῶν ὑπεράγαν˙ τοιοῦτος δ' ὢν ὅμως ἐσκώφθη καὶ αὐτὸς ὑπὸ τῶν κωμικῶν. Θεόπομπος γοῦν ἐν Ἡδυχάρει φησὶν οὕτως˙

ἓν γάρ ἐστιν οὐδὲ ἕν,
τὼ δὲ δύο μόλις ἕν ἐστιν, ὥς φησι Πλάτων.

ἀλλὰ καὶ Ἀναξανδρίδης ἐν Θησεῖ˙

ὅτε τὰς μορίας ἔτρωγεν ὡσπερ〈εὶ`〉 Πλάτων.

ἀλλὰ καὶ Τίμων οὑτωσὶ παραγραμματίζων αὐτόν˙

ὡς ἀνέπλασσε Πλάτων 〈ὁ〉 πεπλασμένα θαύματα εἰδώς.

[26] Φησὶ δ' Ἡρακλείδης ὅτι νέος ὢν οὕτως ἦν αἰδήμων [20815] καὶ κόσμιος ὥστε μηδέποτε ὀφθῆναι γελῶν ὑπεράγαν˙ Τοιοῦτος δ' ὢν ὅμως ἐσκώφθη καὶ αὐτὸς ὑπὸ τῶν κωμικῶν. Θεόπομπος γοῦν ἐν Ἡδυχάρει φησὶν οὕτως˙

Ἕν γάρ ἐστιν οὐδὲ ἕν,
τὼ δὲ δύο μόλις ἕν ἐστιν, ὥς φησι Πλάτων.

[2091] Ἀλλὰ καὶ Ἀναξανδρίδης ἐν Θησεῖ ˙

Ὅτε τὰς μορίας ἔτρωγεν ὥσπερ 〈καὶ〉 Πλάτων.

Ἀλλὰ καὶ Τίμων οὑτωσὶ παραγραμματίζων αὐτόν˙

Ὡς ἀνέπλασσε Πλάτων 〈ὁ〉 πεπλασμένα θαύματα εἰδώς.