[27] ἤ σέ γε Κύπριδος υἷα περίφρονος, ἠέ σε Γαίης,
ἢ Ἀνέμων˙ τοῖος σὺ κακὰ φρονέων ἀλάλησαι
ἀνθρώποις ἠδ' ἐσθλά˙ τὸ καὶ σέο σῶμα δίφυιον.

Ἦν δὲ καὶ δεινὸς ὀνοματοποιῆσαι. τραγῳδὸν γοῦν ἀπελέκητον εἶπεν ἔχειν φωνὴν καὶ φλοιοῦ μεστήν˙ καί τινος ποιητοῦ σκίφης μεστοὺς εἶναι τοὺς στίχους˙ καὶ τὰς Θεοφράστου θέσεις ὀστρέῳ γεγράφθαι. θαυμάζεται δὲ αὐτοῦ μάλιστα βιβλίον τὸ Περὶ πένθους. καὶ κατέστρεψε πρὸ Πολέμωνος καὶ Κράτητος, ὑδρωπικῇ διαθέσει νοσήσας. καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν (App. Anth. II. 381)˙

ἐπέκλυσε καὶ σέ, Κράντορ, ἡ νόσων κακίστη,
χοὔτω κατῆλθες μέλαν Πλουτέως ἄβυσσον.
καὶ σὺ μὲν ἐκεῖθι χαίρεις, σῶν λόγων δὲ χήρη
ἕστηκεν Ἀκαδήμεια καὶ Σόλοι, πατρίς σευ.

[27] ἤ σέ γε Κύπριδος υἷα περίφρονος, ἠέ σε Γαίης,
ἢ Ἀνέμων˙ τοῖος σὺ κακὰ φρονέων ἀλάλησαι
ἀνθρώποις ἠδ' ἐσθλά˙ τὸ καὶ σέο σῶμα δίφυιον.

Ἦν δὲ καὶ δεινὸς ὀνοματοποιῆσαι. τραγῳδὸν γοῦν ἀπελέκητον εἶπεν ἔχειν φωνὴν καὶ φλοιοῦ μεστήν˙ καί τινος ποιητοῦ σκίφης μεστοὺς εἶναι τοὺς στίχους˙ καὶ τὰς Θεοφράστου θέσεις ὀστρέῳ γεγράφθαι. θαυμάζεται δὲ αὐτοῦ μάλιστα βιβλίον τὸ Περὶ πένθους. καὶ κατέστρεψε πρὸ Πολέμωνος καὶ Κράτητος, ὑδρωπικῇ διαθέσει νοσήσας. καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν˙

ἐπέκλυσε καὶ σέ, Κράντορ, ἡ νόσων κακίστη,
χοὔτω μέλαν κατῆλθες Πλουτέως ἄβυσσον.
καὶ σὺ μὲν ἐκεῖθι χαίρεις, σῶν λόγων δὲ χήρη
ἕστηκεν Ἀκαδήμεια καὶ Σόλοι, πατρίς σευ.

[27] ἤ σέ γε Κύπριδος υἷα περίφρονος, ἠέ σε Γαίης,
[2771] ἢ Ἀνέμων˙ τοῖς ἶσα κακὰ φρονέων ἀλάλησαι
ἀνθρώποις ἠδ' ἐσθλά˙ τὸ καὶ σέο σῶμα δίφυιον.

Ἦν δὲ καὶ δεινὸς ὀνοματοποιῆσαι˙ τραγῳδὸν γοῦν 〈τινα〉 ἀπελέκητον εἶπεν ἔχειν φωνὴν καὶ φλοιοῦ μεστήν˙ καί [2775] τινος ποιητοῦ σκίφης μεστοὺς εἶναι τοὺς στίχους˙ καὶ τὰς Θεοφράστου θέσεις ὀστρέῳ γεγράφθαι. Θαυμάζεται δὲ αὐτοῦ μάλιστα βιβλίον τὸ Περὶ πένθους. Καὶ κατέστρεψε πρὸ Πολέμωνος καὶ Κράτητος, ὑδρωπικῇ διαθέσει νοσήσας. Καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν˙

[27710] Ἐπέκλυσε καὶ σέ, Κράντορ, ἡ νόσων κακίστη,
χοὔτω μέλαν κατῆλθες Πλουτέως ἄβυσσον.
Καὶ σὺ μὲν ἐκεῖ νῦν ἄχρι, σῶν λόγων δὲ χήρη
ἕστηκεν Ἀκαδήμεια καὶ Σόλοι, πατρίς σευ.