[27] Ἦν δ' ἱκανὸς καὶ τῶν σκωπτόντων αὐτὸν ὑπερορᾶν. καὶ ἐσεμνύνετο ἐπὶ τῇ εὐτελείᾳ, μισθόν τε οὐδένα εἰσεπράξατο. καὶ ἔλεγεν ἥδιστα ἐσθίων ἥκιστα ὄψου προσδεῖσθαι˙ καὶ ἥδιστα πίνων ἥκιστα τὸ μὴ παρὸν ποτὸν ἀναμένειν˙ καὶ ἐλαχίστων δεόμενος ἔγγιστα εἶναι θεῶν. τοῦτο δ' ἐνέσται καὶ παρὰ τῶν κωμῳδοποιῶν λαβεῖν, οἳ λανθάνουσιν ἑαυτοὺς δι' ὧν σκώπτουσιν ἐπαινοῦντες αὐτόν. Ἀριστοφάνης μὲν οὕτως (Nubes 412-17).

ὦ τῆς μεγάλης ἐπιθυμήσας
σοφίας ἄνθρωπε δικαίως
ὡς εὐδαίμων παρ' Ἀθηναίοις
καὶ τοῖς Ἕλλησι διάξεις.
εἶ γὰρ μνήμων καὶ φροντιστής,
καὶ τὸ ταλαίπωρον ἔνεστιν
ἐν τῇ γνώμῃ, κοὔτε τι κάμνεις
οὔθ' ἑστὼς οὔτε βαδίζων,
οὔτε ῥιγῶν ἄχθει λίαν,
οὔτ' ἀρίστων ἐπιθυμεῖς,
οἴνου τ' ἀπέχει κἀδηφαγίας
καὶ τῶν ἄλλων ἀνοήτων.

[27] Ἦν δ' ἱκανὸς καὶ τῶν σκωπτόντων [αὐτὸν] ὑπερορᾶν. καὶ ἐσεμνύνετο ἐπὶ τῇ εὐτελείᾳ, μισθόν τε οὐδένα εἰσεπράξατο. καὶ ἔλεγεν ἥδιστα ἐσθίων ἥκιστα ὄψου προσδεῖσθαι˙ καὶ ἥδιστα πίνων ἥκιστα τὸ μὴ παρὸν ποτὸν ἀναμένειν˙ καὶ ἐλαχίστων δεόμενος ἔγγιστα εἶναι θεῶν. τοῦτο δ' ἐνέσται καὶ παρὰ τῶν κωμῳδοποιῶν λαβεῖν, οἳ λανθάνουσιν ἑαυτοὺς δι' ὧν σκώπτουσιν ἐπαινοῦντες αὐτόν. Ἀριστοφάνης μὲν οὕτως˙

ὦ τῆς μεγάλης ἐπιθυμήσας
σοφίας ἄνθρωπε δικαίως,
ὡς εὐδαίμων παρ' Ἀθηναίοις
καὶ τοῖς Ἕλλησι διάξεις.
εἶ γὰρ μνήμων καὶ φροντιστής,
καὶ τὸ ταλαίπωρον ἔνεστιν
ἐν τῇ γνώμῃ, κοὔτε τι κάμνεις
οὔθ' ἑστὼς οὔτε βαδίζων,
οὔτε ῥιγῶν ἄχθει λίαν,
οὔτ' ἀρίστων ἐπιθυμεῖς,
οἴνου τ' ἀπέχει κἀδηφαγίας
καὶ τῶν ἄλλων ἀνοήτων.

Ἦν δ' ἱκανὸς καὶ τῶν σκωπτόντων αὐτὸν ὑπερορᾶν. [27] Καὶ ἐσεμνύνετο ἐπὶ τῇ εὐτελείᾳ, μισθόν τε οὐδένα εἰσεπράξατο. [1101] Καὶ ἔλεγεν ἥδιστα ἐσθίων ἥκιστα ὄψου προσδεῖσθαι˙ καὶ ἥδιστα πίνων ἥκιστα τὸ μὴ παρὸν ποτὸν ἀναμένειν˙ καὶ ἐλαχίστων δεόμενος ἔγγιστα εἶναι θεῶν. Τοῦτο δ' ἐνέσται καὶ παρὰ τῶν κωμῳδοποιῶν λαβεῖν, οἳ [1105] λανθάνουσιν ἑαυτοὺς δι' ὧν σκώπτουσιν ἐπαινοῦντες αὐτόν. Ἀριστοφάνης μὲν οὕτως˙

Ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε δικαίως
ὡς εὐδαίμων παρ' Ἀθηναίοις καὶ τοῖς Ἕλλησι διάξεις.
Εἶ γὰρ μνήμων καὶ φροντιστής, καὶ τὸ ταλαίπωρον
[11010] ἔνεστιν
ἐν τῇ γνώμῃ, κοὔτε τι κάμνεις οὔθ' ἑστὼς οὔτε βαδίζων,
οὔτ'αὖ ῥιγῶν ἄχθει λίαν, οὔτ' ἀριστᾶν ἐπιθυμεῖς,
οἴνου τ' ἀπέχει κἀδηφαγίας καὶ τῶν ἄλλων ἀνοήτων.