[27] ὥστε λέγεσθαι ἐπ' αὐτοῦ˙

τὸν δ' οὔτ' ἂρ χειμὼν κρυόεις, οὐκ ὄμβρος ἀπείρων,
οὐ φλὸξ ἠελίοιο δαμάζεται, οὐ νόσος αἰνή,
οὐκ ἔροτις δήμου ἐναρεῖ μένος, ἀλλ' ὅ γ' ἀτειρὴς
ἀμφὶ διδασκαλίῃ τέταται νύκτας τε καὶ ἦμαρ.

οἵ γε μὴν κωμικοὶ ἐλάνθανον ἐπαινοῦντες αὐτὸν διὰ τῶν σκωμμάτων. ἵνα καὶ Φιλήμων φησὶν οὕτως ἐν δράματι Φιλοσόφοις˙ (Kock II, pp. 502 sq.)

εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ.
φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ,
πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει˙

οἱ δὲ Ποσειδίππου.

Ἤδη δὲ καὶ εἰς παροιμίαν σχεδὸν ἐχώρησεν. ἐλέγετο γοῦν ἐπ' αὐτοῦ˙
τοῦ φιλοσόφου Ζήνωνος ἐγκρατέστερος.

ἀλλὰ καὶ Ποσείδιππος Μεταφερομένοις˙(Kock III, p. 340)

ὥστ' ἐν ἡμέραις δέκα
εἶναι δοκεῖν Ζήνωνος ἐγκρατέστερον.

[27] ὥστε λέγεσθαι ἐπ' αὐτοῦ˙

τὸν δ' οὔτ' ἂρ χειμὼν κρυόεις, οὐκ ὄμβρος ἀπείρων,
οὐ φλὸξ ἠελίοιο δαμάζεται, οὐ νόσος αἰνή,
οὐκ ἔροτις δήμου ἐναρεῖ μένος, ἀλλ' ὅ γ' ἀτειρὴς
ἀμφὶ διδασκαλίῃ τέταται νύκτας τε καὶ ἦμαρ.

οἵ γε μὴν κωμικοὶ ἐλάνθανον ἐπαινοῦντες αὐτὸν διὰ τῶν σκωμμάτων. ἵνα καὶ Φιλήμων φησὶν οὕτως ἐν δράματι Φιλοσόφοις˙

εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ.
φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ,
πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει˙

οἱ δὲ Ποσειδίππου.

Ἤδη δὲ καὶ εἰς παροιμίαν σχεδὸν ἐχώρησεν. ἐλέγετο γοῦν ἐπ' αὐτοῦ˙
τοῦ φιλοσόφου Ζήνωνος ἐγκρατέστερος.

ἀλλὰ καὶ Ποσείδιππος Μεταφερομένοις˙

ὥστ' ἐν ἡμέραις δέκα
εἶναι δοκεῖν Ζήνωνος ἐγκρατέστερον.

[27] Τὸν δ' οὔτ' ἂρ χειμὼν κρυόεις, οὐκ ὄμβρος ἀπείρων,
οὐ φλὸξ ἠελίοιο δαμάζεται, οὐ νόσος αἰνή,
οὐκ ἔροτις δήμου ἐναρίθμιος, ἀλλ' ὅ γ' ἀτειρὴς
[46115] ἀμφὶ διδασκαλίῃ τέταται νύκτας τε καὶ ἦμαρ.

Οἵ γε μὴν κωμικοὶ ἐλάνθανον ἐπαινοῦντες αὐτὸν διὰ τῶν σκωμμάτων. Ἵνα καὶ Φιλήμων φησὶν οὕτως ἐν δράματι Φιλοσόφοις˙

[4621] Εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ˙
φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ,
πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει˙

(οἱ δὲ Ποσειδίππου).

[4625] Ἤδη δὲ καὶ εἰς παροιμίαν σχεδὸν ἐχώρησεν. Ἐλέγετο γοῦν ἐπ' αὐτοῦ˙
τοῦ φιλοσόφου Ζήνωνος ἐγκρατέστερος.

Ἀλλὰ καὶ Ποσείδιππος Μεταφερομένοις˙

ὥστ' ἐν ἡμέραις δέκα
[46210] εἶναι δοκεῖν Ζήνωνος ἐγκρατέστερον.