[27] Ἄλεξις Μεροπίδι (Kock II. 351)˙

εἰς καιρὸν ἥκεις, ὡς ἔγωγ' ἀπορουμένη
ἄνω κάτω τε περιπατοῦσ' ὥσπερ Πλάτων
σοφὸν οὐδὲν εὕρηκ', ἀλλὰ κοπιῶ τὰ σκέλη.

καὶ ἐν Ἀγκυλίωνι (Kock II. 297)˙

λέγεις περὶ ὧν οὐκ οἶσθα˙ συγγενοῦ τρέχων
Πλάτωνι καὶ γνώσῃ λίτρον καὶ κρόμμυον.

Ἄμφις Ἀμφικράτει (Kock II. 237)˙

τὸ δ' ἀγαθὸν ὅ τι ποτ' ἐστίν, οὗ σὺ τυγχάνειν
μέλλεις διὰ ταύτην, ἧττον οἶδα τοῦτ' ἐγώ,
ὦ δέσποτ', ἢ τὸ Πλάτωνος ἀγαθόν. - πρόσεχε δή.

[27] Ἄλεξις Μεροπίδι˙

εἰς καιρὸν ἥκεις, ὡς ἔγωγ' ἀπορουμένη
ἄνω κάτω τε περιπατοῦσ' ὥσπερ Πλάτων
σοφὸν οὐδὲν εὕρηκ', ἀλλὰ κοπιῶ τὰ σκέλη.

καὶ ἐν Ἀγκυλίωνι˙

λέγεις περὶ ὧν οὐκ οἶσθα˙ συγγενοῦ τρέχων
Πλάτωνι καὶ γνώσῃ λίτρον καὶ κρόμμυον.

Ἄμφις Ἀμφικράτει˙

τὸ δ' ἀγαθὸν ὅ τι ποτ' ἐστίν, οὗ σὺ τυγχάνειν
μέλλεις διὰ ταύτην, ἧττον οἶδα τοῦτ' ἐγώ,
ὦ δέσποτ', ἢ τὸ Πλάτωνος ἀγαθόν. - πρόσεχε δή.

[27] [2095] Ἄλεξις Μεροπίδι˙

Εἰς καιρὸν ἥκεις, ὡς ἔγωγ' ἀπορουμένη
ἄνω κάτω τε περιπατοῦσ' ὥσπερ Πλάτων
σοφὸν οὐδὲν εὕρηκ', ἀλλὰ κοπιῶ τὰ σκέλη.

Καὶ ἐν Ἀγκυλίωνι˙

[20910] Λέγεις περὶ ὧν οὐκ οἶσθα˙ συγγενοῦ τρέχων
Πλάτωνι καὶ γνώσῃ λίτρον καὶ κρόμμυον.

Ἄμφις Ἀμφικράτει˙

Τὸ δ' ἀγαθὸν ὅ τι ποτ' ἐστίν, οὗ σὺ τυγχάνειν
μέλλεις διὰ ταύτην, ἧττον οἶδα τοῦτ' ἐγώ,
[20915] ὦ δέσποτ', ἢ τὸ Πλάτωνος ἀγαθόν. Πρόσεχε δή.