[28] Ἀμειψίας δ' ἐν τρίβωνι (Kock I. 672) παράγων αὐτὸν φησὶν οὕτως˙

Σώκρατες ἀνδρῶν βέλτιστ' ὀλίγων, πολλῷ δὲ ματαιόταθ', ἥκεις
καὶ σὺ πρὸς ἡμᾶς. καρτερικός γ' εἶ. πόθεν ἄν σοι χλαῖνα γένοιτο;
Β. τουτὶ τὸ κακὸν τῶν σκυτοτόμων κατ' ἐπήρειαν γεγένηται.
Α. οὗτος μέντοι πεινῶν οὕτως οὐπώποτ' ἔτλη κολακεῦσαι.

τοῦτο δ' αὐτοῦ τὸ ὑπεροπτικὸν καὶ μεγαλόφρον ἐμφαίνει καὶ Ἀριστοφάνης λέγων οὕτως (Nubes 362 sq.)˙

ὅτι βρενθύει τ' ἐν ταῖσιν ὁδοῖς, καὶ τὠφθαλμὼ παραβάλλεις,
κἀνυπόδητος κακὰ πόλλ' ἀνέχει, κἀν ἡμῖν σεμνοπροσωπεῖς.

καίτοι ἐνίοτε πρὸς τοὺς καιροὺς ἁρμοττόμενος καὶ λαμπρὰ ἠμπίσχετο˙ καθάπερ ἐν τῷ Πλάτωνος Συμποσίῳ (174a) παρ' Ἀγάθωνα βαδίζων.

[28] Ἀμειψίας δ' ἐν τρίβωνι παράγων αὐτὸν φησὶν οὕτως˙

Σώκρατες ἀνδρῶν βέλτιστ' ὀλίγων, πολλῷ δὲ ματαιόταθ', ἥκεις
καὶ σὺ πρὸς ἡμᾶς. καρτερικός γ' εἶ. πόθεν ἄν σοι χλαῖνα γένοιτο;
Β. τουτὶ τὸ κακὸν κατ' ἐπήρειαν τῶν σκυτοτόμων γεγένηται.
Α. οὗτος μέντοι πεινῶν οὕτως οὐπώποτ' ἔτλη κολακεῦσαι.

τοῦτο δ' αὐτοῦ τὸ ὑπεροπτικὸν καὶ μεγαλόφρον ἐμφαίνει καὶ Ἀριστοφάνης λέγων οὕτως,

ὅτι βρενθύει τ' ἐν ταῖσιν ὁδοῖς, καὶ τὠφθαλμὼ παραβάλλεις,
κἀνυπόδητος κακὰ πόλλ' ἀνέχει, κἀν ἡμῖν σεμνοπροσωπεῖς.

καίτοι ἐνίοτε πρὸς τοὺς καιροὺς ἁρμοττόμενος καὶ λαμπρὰ ἠμπίσχετο˙ καθάπερ ἐν τῷ Πλάτωνος συμποσίῳ παρ' Ἀγάθωνα βαδίζων.

[28] Ἀμειψίας δ' ἐν τρίβωνι παράγων αὐτὸν φησὶν οὕτως˙

[11015] Σώκρατες ἀνδρῶν βέλτιστ' ὀλίγων, πολλῷ δὲ ματαιόταθ', ἥκεις
καὶ σὺ πρὸς ἡμᾶς; Καρτερικός γ' εἶ. Πόθεν ἄν σοι χλαῖνα γένοιτο;
[1111] - Τουτὶ τὸ κακὸν τῶν σκυτοτόμων κατ' ἐπήρειαν γεγένηται.
- Οὕτως μέντοι πεινῶν οὕτως οὐπώποτ' ἔτλη κολακεῦσαι.

[1115] Τοῦτο δ' αὐτοῦ τὸ ὑπεροπτικὸν καὶ μεγαλόφρον ἐμφαίνει καὶ Ἀριστοφάνης λέγων οὕτως˙

ὅτι βρενθύει τ' ἐν ταῖσιν ὁδοῖς, καὶ τὠφθαλμὼ παραβάλλεις,
κἀνυπόδητεις καὶ πόλλ' ἀνέχει, κἀν ἡμῖν
[11110] σεμνοπροσωπεῖς.

Καίτοι ἐνίοτε πρὸς τοὺς καιροὺς ἁρμοττόμενος καὶ λαμπρὰ ἠμπίσχετο˙ καθάπερ ἐν τῷ Πλάτωνος Συμποσίῳ παρ' Ἀγάθωνα βαδίζων.