[28] Τῷ γὰρ ὄντι πάντας ὑπερεβάλλετο τῷ τ' εἴδει τούτῳ καὶ τῇ σεμνότητι καὶ δὴ νὴ Δία τῇ μακαριότητι˙ ὀκτὼ γὰρ πρὸς τοῖς ἐνενήκοντα βιοὺς ἔτη κατέστρεψεν, ἄνοσος καὶ ὑγιὴς διατελέσας. Περσαῖος δέ φησιν ἐν ταῖς Ἠθικαῖς σχολαῖς (SVF I. 458) δύο καὶ ἑβδομήκοντα ἐτῶν τελευτῆσαι αὐτόν, ἐλθεῖν δ' Ἀθήναζε δύο καὶ εἴκοσιν ἐτῶν˙ ὁ δ' Ἀπολλώνιός φησιν ἀφηγήσασθαι τῆς σχολῆς αὐτὸν ἔτη δυοῖν δέοντα ἑξήκοντα. ἐτελεύτα δὴ οὕτως˙ ἐκ τῆς σχολῆς ἀπιὼν προσέπταισε καὶ τὸν δάκτυλον περιέρρηξε˙ παίσας δὲ τὴν γῆν τῇ χειρί, φησὶ τὸ ἐκ τῆς Νιόβης (Page 787),

ἔρχομαι˙ τί μ' αὔεις;

καὶ παραχρῆμα ἐτελεύτησεν, ἀποπνίξας ἑαυτόν.

[28] Τῷ γὰρ ὄντι πάντας ὑπερεβάλλετο τῷ τ' εἴδει τούτῳ καὶ τῇ σεμνότητι καὶ δὴ νὴ Δία τῇ μακαριότητι˙ ὀκτὼ γὰρ πρὸς τοῖς ἐνενήκοντα βιοὺς ἔτη κατέστρεψεν, ἄνοσος καὶ ὑγιὴς διατελέσας. Περσαῖος δέ φησιν ἐν ταῖς Ἠθικαῖς σχολαῖς δύο καὶ ἑβδομήκοντα ἐτῶν τελευτῆσαι αὐτόν, ἐλθεῖν δ' Ἀθήναζε δύο καὶ εἴκοσιν ἐτῶν˙ ὁ δ' Ἀπολλώνιός φησιν ἀφηγήσασθαι τῆς σχολῆς αὐτὸν ἔτη δυοῖν δέοντα ἑξήκοντα. ἐτελεύτα δὴ οὕτως˙ ἐκ τῆς σχολῆς ἀπιὼν προσέπταισε καὶ τὸν δάκτυλον περιέρρηξε˙ παίσας δὲ τὴν γῆν τῇ χειρί, φησὶ τὸ ἐκ τῆς Νιόβης,

ἔρχομαι˙ τί μ' αὔεις;

καὶ παραχρῆμα ἐτελεύτησεν, ἀποπνίξας ἑαυτόν.

[28] Τῷ γὰρ ὄντι πάντας ὑπερεβάλλετο τῷ τε εἴδει τούτῳ καὶ τῇ σεμνότητι καὶ δὴ νὴ Δία τῇ μακροβιότητι˙ ὀκτὼ γὰρ πρὸς τοῖς ἐνενήκοντα βιοὺς ἔτη κατέστρεψεν, ἄνοσος καὶ ὑγιὴς διατελέσας. Περσαῖος δέ φησιν ἐν ταῖς Ἠθικαῖς [46215] σχολαῖς δύο καὶ ἑνενήκοντα ἐτῶν τελευτῆσαι αὐτόν, ἐλθεῖν δὲ Ἀθήναζε δύο καὶ εἴκοσιν ἐτῶν˙ ὁ δ' Ἀπολλώνιός φησιν ἀφηγήσασθαι τῆς σχολῆς αὐτὸν ἔτη δυοῖν δέοντα ἑξήκοντα. Ἐτελεύτα δὲ οὕτως˙ ἐκ τῆς σχολῆς ἀπιὼν προσέπταισε καὶ τὸν δάκτυλον περιέρρηξε˙ παίσας δὲ τὴν [4631] γῆν τῇ χειρί, φησὶ τὸ ἐκ τῆς Νιόβης,

Ἔρχομαι˙ τί μ' αὔεις;

Καὶ παραχρῆμα ἐτελεύτησεν, ἀποπνίξας ἑαυτόν.