[28] ἐν Δεξιδημίδῃ (Kock II. 239)˙

ὦ Πλάτων,
ὡς οὐδὲν ἦσθα πλὴν σκυθρωπάζειν μόνον,
ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς.

Κρατῖνος Ψευδυποβολιμαίῳ (Kock II. 292)˙

ἄνθρωπος εἶ δηλονότι καὶ ψυχὴν ἔχεις.
- κατὰ μὲν Πλάτων' οὐκ οἶδ', ὑπονοῶ δ' 〈ὧδ'〉 ἔχειν

Ἄλεξις Ὀλυμπιοδώρῳ (Kock II. 355)˙

σῶμα μὲν ἐμοῦ τὸ θνητὸν αὖον ἐγένετο,
τὸ δ' ἀθάνατον ἐξῆρε πρὸς τὸν ἀέρα.
- ταῦτ' οὐ σχολὴ Πλάτωνος;

καὶ ἐν Παρασίτῳ (Kock II. 364)˙

ἢ μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας.

χλευάζει δ' αὐτὸν καὶ Ἀναξίλας Βοτρυλίωνι καὶ Κίρκῃ καὶ Πλουσίαις.

[28] ἐν Δεξιδημίδῃ (Kock II. 239)˙

ὦ Πλάτων,
ὡς οὐδὲν οἶσθα πλὴν σκυθρωπάζειν μόνον,
ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς.

Κρατῖνος Ψευδυποβολιμαίῳ˙

ἄνθρωπος εἶ δηλονότι καὶ ψυχὴν ἔχεις.
- κατὰ μὲν Πλάτων' οὐκ οἶδα 〈δ'〉, ὑπονοῶ δ' ἔχειν.

Ἄλεξις Ὀλυμπιοδώρῳ˙

σῶμα μὲν ὁμοῦ τὸ θνητὸν αὖον ἐγένετο,
τὸ δ' ἀθάνατον ἐξξε πρὸς τὸν ἀέρα.
- ταῦτ' οὐ σχολὴ Πλάτωνος;

καὶ ἐν Παρασίτῳ˙

ἢ μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας.

χλευάζει δ' αὐτὸν καὶ Ἀναξίλας Βοτρυλίωνι καὶ Κίρκῃ καὶ Πλουσίαις.

[28] [2101] Ἐν Δεξιδημίδῃ˙

Ὦ Πλάτων,
ὡς οὐδὲν ἦσθα πλὴν σκυθρωπάζειν μόνον,
ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς.

[2105] Κρατῖνος Ψευδυποβολιμαίῳ˙

- Ἄνθρωπος εἶ; - Δηλονότι. - Καὶ ψυχὴν ἔχεις;
- Κατὰ μὲν Πλάτων' οὐκ οἶδ', ὑπονοῶ δ' 〈ὧδ'〉 ἔχειν.

Ἄλεξις Ὀλυμπιοδώρῳ˙

Σῶμα μὲν ὁμοῦ τὸ θνητὸν αὖον ἐγένετο,
[21010] τὸ δ' ἀθάνατον ἐξῆρε πρὸς τὸν ἀέρα.
Ταῦτ' οὐ σχολὴ Πλάτωνος;

Καὶ ἐν Παρασίτῳ˙

Ἢ μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας.

Χλευάζει δ' αὐτὸν καὶ Ἀναξίλας Βοτρυλίωνι καὶ Κίρκῃ [21015] καὶ Πλουσίαις.