[29] ἤκουσε δὴ κατ' ἀρχὰς μὲν Αὐτολύκου τοῦ μαθηματικοῦ πολίτου τυγχάνοντος, πρὶν ἀπαίρειν εἰς Ἀθήνας, μεθ' οὗ καὶ εἰς Σάρδεις ἀπεδήμησεν˙ ἔπειτα Ξάνθου τοῦ Ἀθηναίου μουσικοῦ˙ μεθ' ὃν Θεοφράστου διήκουσεν. ἔπειτα μετῆλθεν εἰς Ἀκαδήμειαν πρὸς Κράντορα˙ Μοιρέας μὲν γὰρ ὁ προειρημένος ἀδελφὸς ἦγεν αὐτὸν ἐπὶ ῥητορικήν˙ ὁ δὲ φιλοσοφίας ἤρα, καὶ αὐτοῦ Κράντωρ ἐρωτικῶς διατεθεὶς ἐπύθετο τὰ ἐξ Ἀνδρομέδας Εὐριπίδου προενεγκάμενος (129 N 2)˙

ὦ παρθέν', εἰ σώσαιμί σ', εἴσῃ μοι χάριν;

καὶ ὃς τὰ ἐχόμενα (132 N 2)˙

ἄγου με, ὦ ξένε, εἴτε δμωΐδ' ἐθέλεις εἴτ' ἄλοχον.

[29] ἤκουσε δὲ κατ' ἀρχὰς μὲν Αὐτολύκου τοῦ μαθηματικοῦ πολίτου τυγχάνοντος, πρὶν ἀπαίρειν εἰς Ἀθήνας, μεθ' οὗ καὶ εἰς Σάρδεις ἀπεδήμησεν˙ ἔπειτα Ξάνθου τοῦ Ἀθηναίου μουσικοῦ˙ μεθ' ὃν Θεοφράστου διήκουσεν. ἔπειτα μετῆλθεν εἰς Ἀκαδήμειαν πρὸς Κράντορα˙ Μοιρέας μὲν γὰρ ὁ προειρημένος ἀδελφὸς ἦγεν αὐτὸν ἐπὶ ῥητορικήν˙ ὁ δὲ φιλοσοφίας ἤρα, καὶ αὐτοῦ Κράντωρ ἐρωτικῶς διατεθεὶς ἐπύθετο τὰ ἐξ Ἀνδρομέδας Εὐριπίδου προενεγκάμενος˙

ὦ παρθέν', εἰ σώσαιμί σ', εἴσῃ μοι χάριν;

καὶ ὃς τὰ ἐχόμενα˙

ἄγου μ', ὦ ξέν', εἴτε δμωΐδ' ἐθέλεις εἴτ' ἄλοχον.

[29] Ἤκουσε δὲ  κατ' ἀρχὰς μὲν Αὐτολύκου τοῦ μαθηματικοῦ πολίτου τυγχάνοντος, πρὶν ἀπαίρειν εἰς Ἀθήνας, μεθ' οὗ καὶ εἰς [27815] Σάρδεις ἀπεδήμησεν˙ ἔπειτα Ξάνθου τοῦ Ἀθηναίου μουσικοῦ˙ μεθ' ὃν Θεοφράστου διήκουσεν. Ἔπειτα μετῆλθεν εἰς Ἀκαδήμειαν πρὸς Κράντορα˙ Μοιρέας μὲν γὰρ ὁ προειρημένος ἀδελφὸς ἦγεν αὐτὸν ἐπὶ ῥητορικήν˙ ὁ δὲ φιλοσοφίας ἤρα. Καὶ αὐτοῦ Κράντωρ ἐρωτικῶς διατεθεὶς [27820] ἐπύθετο τὰ ἐξ Ἀνδρομέδας Εὐριπίδου προενεγκάμενος˙

[2791] Ὦ παρθέν', εἰ σώσαιμί σ', εἴσῃ μοι χάριν;

Καὶ ὃς τὰ ἐχόμενα˙

Ἄγου 〈δὲ〉μ', ὦ ξέν', εἴτε 〈πρόσπολον〉 θέλεις
εἴτ' ἄλοχον εἴτε δμωΐδ'.