HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Presocratics/68-A,126a
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Presocratics/68-A,126a.rdf
| 68 A 126 a. PORPH. in Ptolem. Harm. p. 32, 6 D οὐ .. καθάπερ ἡ ὅρασις ἐκπέμπουσα ἐπὶ τὸ ὑποκείμενον τὴν ὄψιν κατὰ διάδοσιν, ὥς φασιν οἱ μαθηματικοί, [II 113. 1 App.] τὴν ἀντίληψιν ποιεῖται τοῦ ὑποκειμένου, οὕτω που καὶ ἡ ἀκοή, ἀλλ', ὥς φησιν Δ., ἐκδοχεῖον μύθων οὖσα μένει τὴν φωνὴν ἀγγείου δίκην. ἥδε γὰρ εἰσκρίνεται καὶ ἐνρεῖ, παρ' ἣν αἰτίαν καὶ θᾶττον ὁρῶμεν ἢ ἀκούομεν. ἀστραπῆς γὰρ καὶ βροντῆς ἅμα γενομένης τὴν μὲν ὁρῶμεν ἅμα τῶι γενέσθαι, τὴν δ' οὐκ ἀκούομεν [II 113. 5] ἢ μετὰ πολὺ ἀκούομεν, οὐ παρ' ἄλλο τι συμβαῖνον ἢ παρὰ τὸ τῆι μὲν ὄψει ἡμῶν ἀπαντᾶν τὸ φῶς, τὴν δὲ βροντὴν παραγίνεσθαι ἐπὶ τὴν ἀκοὴν ἐκδεχομένης τῆς ἀκοῆς τὴν βροντήν. |