[29] Οὗτος καὶ τὸν Ἀχιλλέα πρῶτος λόγον ἠρώτησε - Φαβωρῖνος (FHG III. 583) δέ φησι Παρμενίδην - καὶ ἄλλους συχνούς. ἀρέσκει δ' αὐτῷ τάδε˙ κόσμους εἶναι κενόν τε μὴ εἶναι˙ γεγενῆσθαι δὲ τὴν τῶν πάντων φύσιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, λαμβανόντων αὐτῶν εἰς ἄλληλα τὴν μεταβολήν˙ γένεσίν τε ἀνθρώπων ἐκ γῆς εἶναι καὶ ψυχὴν κρᾶμα ὑπάρχειν ἐκ τῶν προειρημένων κατὰ μηδενὸς τούτων ἐπικράτησιν.
Τοῦτόν φασι λοιδορούμενον ἀγανακτῆσαι˙ αἰτιασαμένου δέ τινος, φάναι˙ "ἐὰν μὴ λοιδορούμενος προσποιῶμαι, οὐδ' ἐπαινούμενος αἰσθήσομαι."
Ὅτι δὲ γεγόνασι Ζήνωνες ὀκτὼ ἐν τῷ Κιτιεῖ διειλέγμεθα. ἤκμαζε (FGrH 244 F 30b) δ' οὗτος κατὰ τὴν ἐνάτην 〈καὶ ἑβδομηκοστὴν〉 Ὀλυμπιάδα.
[29] Οὗτος καὶ τὸν Ἀχιλλέα πρῶτος λόγον ἠρώτησε [Φαβωρῖνος δέ φησι Παρμενίδην] καὶ ἄλλους συχνούς. ἀρέσκει δ' αὐτῷ τάδε˙ κόσμους εἶναι κενόν τε μὴ εἶναι˙ γεγενῆσθαι δὲ τὴν τῶν πάντων φύσιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, λαμβανόντων αὐτῶν εἰς ἄλληλα τὴν μεταβολήν˙ γένεσίν τε ἀνθρώπων ἐκ γῆς εἶναι καὶ ψυχὴν κρᾶμα ὑπάρχειν ἐκ τῶν προειρημένων κατὰ μηδενὸς τούτων ἐπικράτησιν.
Τοῦτόν φασι λοιδορούμενον ἀγανακτῆσαι˙ αἰτιασαμένου δέ τινος, φάναι˙ "ἐὰν μὴ λοιδορούμενος προσποιῶμαι, οὐδ' ἐπαινούμενος αἰσθήσομαι."
Ὅτι δὲ γεγόνασι Ζήνωνες ὀκτὼ ἐν τῷ Κιτιεῖ διειλέγμεθα. ἤκμαζε δ' οὗτος κατὰ τὴν ἐνάτην 〈καὶ ἑβδομηκοστὴν〉 Ὀλυμπιάδα.
[29] Οὗτος καὶ τὸν Ἀχιλλέα πρῶτος λόγον ἠρώτησε (Φαβωρῖνος δέ φησι Παρμενίδην) καὶ ἄλλους συχνούς. [65110] Ἀρέσκει δὲ αὐτῷ τάδε˙ κόσμον εἶναι κενόν τε μὴ εἶναι˙ γεγενῆσθαι δὲ τὴν τῶν πάντων φύσιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, λαμβανόντων αὐτῶν εἰς ἄλληλα τὴν μεταβολήν˙ γένεσίν τε ἀνθρώπων ἐκ γῆς εἶναι καὶ ψυχὴν κρᾶμα ὑπάρχειν ἐκ τῶν προειρημένων κατὰ μηδενὸς [65115] τούτων ἐπικράτησιν.
Τοῦτόν φασι λοιδορούμενον ἀγανακτῆσαι˙ αἰτιασαμένου δέ τινος, φάναι˙ " Ἐὰν μὴ λοιδορούμενος μὴ 〈ἀχθῆναι〉
[6521] προσποιῶμαι, οὐδὲ ἐπαινούμενος ἡσθήσομαι."
Ὅτι δὲ γεγόνασι Ζήνωνες ὀκτὼ ἐν τῷ Κιτιεῖ διειλέγμεθα. Ἤκμαζε δὲ οὗτος κατὰ τὴν ἐνάτην 〈καὶ ἑβδομηκοστὴν〉 Ὀλυμπιάδα.