[30] ἐκ τούτου συνήστην ἀλλήλοιν˙ ἵνα καὶ τὸν Θεόφραστον κνιζόμενόν φασιν εἰπεῖν ὡς εὐφυὴς καὶ εὐεπιχείρητος ἀπεληλυθὼς τῆ διατριβῆς εἴη νεανίσκος. καὶ γὰρ ἐν τοῖς λόγοις ἐμβριθέστατος καὶ φιλογράμματος ἱκανῶς γεγόμενος ἥπτετο καὶ ποιητικῆς. καὶ αὐτοῦ φέρεται ἐπίγραμμα εἰς Ἄτταλον ἔχον οὕτω (App. Anth. III. 56)˙

Πέργαμος οὐχ ὅπλοις κλεινὴ μόνον, ἀλλὰ καὶ ἵπποις
πολλάκις αὐδᾶται Πῖσαν ἀνὰ ζαθέην.
εἰ δὲ τὸν ἐκ Διόθεν θεμιτὸν θνατῷ νόον εἰπεῖν,
ἔσσεται εἰς αὖθις πολλὸν ἀοιδοτέρη.

ἀλλὰ καὶ εἰς Μηνόδωρον τὸν Εὐδάμου ἑνὸς τῶν συσχολαστῶν ἐρώμενον (App. Anth. II. 382)˙

[30] ἐκ τούτου συνήστην ἀλλήλοιν˙ ἵνα καὶ τὸν Θεόφραστον κνιζόμενόν φασιν εἰπεῖν ὡς εὐφυὴς καὶ εὐεπιχείρητος ἀπεληλυθὼς τῆ διατριβῆς εἴη νεανίσκος. καὶ γὰρ ἐν τοῖς λόγοις ἐμβριθέστατος καὶ φιλογράμματος ἱκανῶς γεγόμενος ἥπτετο καὶ ποιητικῆς. καὶ αὐτοῦ φέρεται ἐπίγραμμα εἰς Ἄτταλον ἔχον οὕτω˙

Πέργαμος οὐχ ὅπλοις κλεινὴ μόνον, ἀλλὰ καὶ ἵπποις
πολλάκις αὐδᾶται Πῖσαν ἀνὰ ζαθέην.
εἰ δὲ τὸν ἐκ Διόθεν θεμιτὸν θνατῷ νόον εἰπεῖν,
ἔσσεται εἰσαῦτις πολλὸν ἀοιδοτέρη.

ἀλλὰ καὶ εἰς Μηνόδωρον τὸν Εὐγάμου ἑνὸς τῶν συσχολαστῶν ἐρώμενον˙

[30] [2795] Ἐκ τούτου συνήστην ἀλλήλοιν˙| ἵνα καὶ τὸν Θεόφραστον κνιζόμενόν φασιν εἰπεῖν " Ὡς εὐφυὴς καὶ εὐεπιχείρητος ἀπεληλυθὼς τῆ διατριβῆς εἴη νεανίσκος." Καὶ γὰρ ἐν τοῖς λόγοις ἐμβριθέστατος καὶ φιλογράμματος ἱκανῶς γεγόμενος ἥπτετο καὶ ποιητικῆς. Καὶ αὐτοῦ φέρεται ἐπίγραμμα [27910] εἰς Ἄτταλον οὕτως ἔχον˙

Πέργαμος οὐχ ὅπλοις κλεινὴ μόνον, ἀλλὰ καὶ ἵπποις
πολλάκις αὐδᾶται Πῖσαν ἀνὰ ζαθέην.
Εἰ δὲ τὸν ἐκ Διόθεν θεμιτὸν θνητῷ νόον εἰπεῖν,
ἔσσεται εἰς αὖθις πολλὸν ἀοιδοτέρη.

[27915] Ἀλλὰ καὶ εἰς Μηνόδωρον τὸν Εὐδάμου ἑνὸς τῶν συσχολαστῶν ἐρώμενον˙