[30] Ἐπῆρε δὲ καὶ εἰς φρόνημα Ἰφικράτην τὸν στρατηγόν, δείξας αὐτῷ τοῦ κουρέως Μειδίου ἀλεκτρυόνας ἀντίον τῶν Καλλίου πτερυξαμένους. καὶ αὐτὸν Γλαυκωνίδης ἠξίου τῇ πόλει περιποιεῖν καθάπερ φασιανὸν ὄρνιν ἢ ταώ.
Ἔλεγε δὲ ὡς θαῦμα τὸ μὲν ἕκαστον εἰπεῖν ἂν ῥᾳδίως ὅσα ἔχει, φίλους δ' οὐκ ἂν ὀνομάσαι ὁπόσους κέκτηται˙ οὕτως ὀλιγώρως ἔχειν περὶ αὐτούς. ὁρῶν δ' Εὐκλείδην ἐσπουδακότα περὶ τοὺς ἐριστικοὺς λόγους, "ὦ Εὐκλείδη," ἔφη, "σοφισταῖς μὲν δυνήσῃ χρῆσθαι, ἀνθρώποις δὲ οὐδαμῶς." ἄχρηστον γὰρ ᾤετο εἶναι τὴν περὶ ταῦτα γλισχρολογίαν, ὡς καὶ Πλάτων ἐν Εὐθυδήμῳ φησίν.
[30] Ἐπῆρε δὲ καὶ εἰς φρόνημα Ἰφικράτην τὸν στρατηγόν, δείξας αὐτῷ τοῦ κουρέως Μειδίου ἀλεκτρυόνας ἀντίον τῶν Καλλίου πτερυξαμένους. καὶ αὐτὸν Γλαυκωνίδης ἠξίου τῇ πόλει περιποιεῖν καθάπερ φασιανὸν ὄρνιν ἢ ταώ.
Ἔλεγε δὲ ὡς θαυμαστὸν προβατα μὲν ἕκαστον εἰπεῖν ἂν ῥᾳδίως ὅσα ἔχει, φίλους δ' οὐκ ἂν ὀνομάσαι ὁπόσους κέκτηται˙ οὕτως ὀλιγώρως ἔχειν περὶ αὐτούς. ὁρῶν δ' Εὐκλείδην ἐσπουδακότα περὶ τοὺς ἐριστικοὺς λόγους, "ὦ Εὐκλείδη," ἔφη, "σοφισταῖς μὲν δυνήσῃ χρῆσθαι, ἀνθρώποις δὲ οὐδαμῶς." ἄχρηστον γὰρ ᾤετο εἶναι τὴν περὶ ταῦτα γλισχρολογίαν, ὡς καὶ Πλάτων ἐν Εὐθυδήμῳ φησί.
[30] Ἐπῆρε δὲ καὶ εἰς φρόνημα Ἰφικράτη τὸν στρατηγόν, δείξας αὐτῷ 〈τοὺς〉 τοῦ κουρέως Μειδίου ἀλεκτρυόνας ἀντίον τῶν Καλλίου πτερυξαμένους. Καὶ αὐτὸν 〈ὁ〉 Γλαυκωνίδης [11210] ἠξίου τῇ πόλει περιποιεῖν καθάπερ φασιανὸν ὄρνιν ἢ ταώ.
Ἔλεγε δὲ ὡς θαῦμα τὸ 〈κτήνη〉 μὲν ἕκαστον εἰπεῖν ἂν ῥᾳδίως ὅσα ἔχοι, φίλους δ' οὐκ ἂν ὀνομάσαι ὁπόσους κέκτηται˙ οὕτως ὀλιγώρως ἔχειν περὶ αὐτούς. Ὁρῶν δ'
[11215] Εὐκλείδην ἐσπουδακότα περὶ τοὺς ἐριστικοὺς λόγους, " Ὦ Εὐκλείδη," ἔφη, "σοφισταῖς μὲν δυνήσῃ χρῆσθαι, ἀνθρώποις δὲ οὐδαμῶς." Ἄχρηστον γὰρ ᾤετο εἶναι τὴν περὶ ταῦτα γλισχρολογίαν, ὡς καὶ Πλάτων ἐν Εὐθυδήμῳ φησίν.